# In Platonis Timaeum Commentaria 3.41.1

Proclus, In Platonis Timaeum Commentaria, 3.41.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.41.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.41.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 37D] ἐστίν, αἰῶν δὲ ὁ ταύτου (τοιαῦτα γὰρ ἠκονσα καὶ τοῦ Θεοδώρου φιλοσοφούντος), ἵνα δὴ αὐτοὶ κατὰ τὸν ἡμῖοχον τεταγμένοι κρείττους ὦσι καὶ χρόνου καὶ αἰῶνος· ὧν εἴ τις ἐπανορθοῦσθαι σπουδάζοι τὴν ὑπόληψιν, αὐτὰ μὲν ἐκεῖνα τὰ μόρια τῆς ψυχῆς οὐκ ἂν εἰς ταυτόν ποτε χρόνῳ καὶ αἰῶνι συναγάγοι, ὅπερ δὲ τὸν μὲν θάτερον κύκλον ἐπὶ τὰ ἔχρονα, τὸν δὲ ταύτου πρὸς τὰ αἰώνια συγχωρήσειεν — ἐπειδή τοίνυν τούτων οὐδὲν δοκιμάζομεν, τί ἂν εἴη ὁ χρόνος; οὐ γὰρ ἰκανὸν ἴσως μέτρον εἰπεῖν τῶν ἔγκοσμιων, οὐδ’ ὧν ἐστιν ἀγαθῶν αἴτιος, ἀλλ’ εἰς δύναμιν ἀντιληπτέον αὐτοῦ τῆς ἰδιότητος. ἄρ’ οὖν κράτιστον οὐσίαν αὐτὸν ὄντα καὶ ψυχῆς τελειωτικὸν καὶ πᾶσι παρόντα νοῦν εἶναι λέγειν οὐχὶ μένοντα μόνον, ἀλλὰ καὶ κινούμενον, μένοντα μὲν κατὰ τὴν ἔνδον ἐνέργειαν, καθ’ ἣν καὶ ἔστιν αἰώνιος ὢντως, κινούμενον δὲ κατὰ τὴν ἔξω προοίσαν, καθ’ ἣν ὁρίζει πᾶσαν μετάβασιν; τοῦ γὰρ αἰῶνος καὶ καθ’ ἣν ἔνδον ἔχει καὶ καθ’ ἣν εἰς τὰ αἰώνια ἐνεργεῖ τὸ μένειν ἔχοντος αὐτὸς κατὰ τὴν ἑτέραν ἐκεῖνον ἀπεικονισάμενος, κατὰ δὲ τὴν λοιπὴν διαστὰς ἐγένετο μένων καὶ κινούμενος. τί δ’ ἂν εἴη νοητὸν ἄμα καὶ γεννητόν; τί δ’ ἂν εἴη μεριστὸν ἄμα καὶ ἀμέριστον; ἀλλ’ ὅμως ἐπὶ τῆς ψυχικῆς οὐσίας πάντα ταῦτα προσηκάμεθα, καὶ οὐδ’ ἄλλως δυνάμεθα τῆς μεσότητος ταύτης κατακρατησαι τελῶς, εἰ μὴ τρόπον τινὰ τοῖς ἀντικειμένοις ἐπ’ αὐτῆς χρησάμεθα. τί οὖν θαυμαστόν, εἰ καὶ τὴν τοῦ χρόνου φύσιν ὁρῶντες πῇ μὲν ἀκίνητον οὖσαν, πῇ δὲ κινουμένην, μᾶλλον δὲ οὐχ ἡμεῖς, ἀλλὰ πρὸ ἡμῶν ὁ φιλόσοφος διὰ μὲν τοῦ εἶναι αἰώνιον τὴν ἐν ταύτῳ μένουσαν αὐτοῦ νοερὰν μονάδα παρέστησε, διὰ δὲ τοῦ κινητοῦ τὴν ἔξω φερομένην αὐτοῦ καὶ μετεχομένην ἐνέργειαν ὅπὸ τε ψυχῆς καὶ κόσμου τοῦ σύμπαντος ἐνδείξατο; μὴ γὰρ οἴσθωμεν τὸ αἰώνιον τοῦτο ψιλὸν δηλοῦν τὸ αἰῶνος αὐτὸν ὑπάρχειν εἰκόνα (τί γὰρ ἐκάλυπεν αὐτόθεν εἰπεῖν αἰῶνος εἰκόνα, ἀλλ’ οὐχ αἰώνιον;), ἀλλ’ αὐτὸ τοῦτο δηλοῦν ἐθέλει, φύσιν αὐτὸν αἰ-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
