# In Platonis Timaeum Commentaria 3.41.2

Proclus, In Platonis Timaeum Commentaria, 3.41.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.41.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.41.2

23 αὐτῆς D 5 : αὐτοῖς Q 24 χρησάμεθα D : χρησόμεθα 5 D ὡνιον ἔχειν, οὐχ οὕτως, ὡς τὸ αὐτοζῶον ἔλεγεν αἰώνιον· ἐκεῖνο γὰρ καὶ τῇ οὐσίᾳ καὶ τῇ ἐνεργείᾳ τοιοῦτον, ὁ δὲ χρόνος τῇ μὲν αἰώνιος, τῇ δὲ ἔξω δόσει κινητός. διὸ καὶ οἱ θεουργοὶ καλοῦσιν αὐτὸν αἰώνιον καὶ οὐ Πλάτων μόνος· εἰκότως· καὶ γὰρ <εἰ> τὸ μὲν ἔστι μόνως κινητὸν καὶ καθ’ αὐτὸ καὶ κατὰ τὰ μετέχοντα αὐτοῦ, κινήσεως μόνης αἴτιον ὡν ὥσπερ ψυχή (μόνως γοῦν ἑαυτὴν τε κινεῖ καὶ τὰ ἄλλα), τὸ δὲ μόνως ἄκινητον, ἑαυτὸ τε ἄμετάβατον φυλάττον καὶ τοῖς ἄλλοις τοῦ ἀεὶ ὡσαύτως ὡν αἴτιον, καὶ τοῖς κινουμένοις διὰ ψυχὴν τὸ μέσον εἶναι δεῖ τούτων ἄκρων ὄντων (τοῦ μὲν ἀκινήτου κατ’ ἄμφω, τοῦ δὲ κινητοῦ [τὸ] καὶ κατὰ τὴν αὐτοῦ φύσιν καὶ κατὰ τὴν εἰς ἄλλο δόσιν) ἄκινητον ὡν ἅμα καὶ κινούμενον, ἀλλὰ ἄκινητον μὲν καθ’ αὐτό, κινούμενον δὲ ἐν τοῖς μετέχουσι. τοιοῦτος δὲ ὁ χρόνος· καὶ γὰρ εἰ ὁ ἐν τοῖς μετέχουσιν ἐστὶν ὡς τὸ ἀριθμοῦμενον ἀριθμός, τίς ἔσται ὁ κατὰ τὸ ἀριθμεῖν ἐκεῖνον ὡν ἀριθμός; τὸ μὲν οὖν τὴν μερικὴν ψυχὴν λέγειν ἄτοπον· ὕστερογενὴς γὰρ ἐστὶν ὁ ἐν ταύτῃ τὸν χρόνον ἀριθμῶν ἀριθμὸς οὕτως, ὡς ὁ τοὺς δακτύλους ἀριθμῶν ἐν ἡμῖν.

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
