# In Platonis Timaeum Commentaria 3.44.1-2

Proclus, In Platonis Timaeum Commentaria, 3.44.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.44.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.44.1-2

νενοηκότες οὕτως αὐτὸν ὀνομάσαι χρόνον, χορόνοόν τινα ἐθελήσαντες εἰπεῖν καὶ οἷον χορεύοντα νοῦν, συντεμόντες δὲ τάχα μὲν δι’ ἐπίκρυψιν χρόνον ὤνόμασαν, τάχα δὲ καὶ διότι μένων τε ἅμα καὶ χορεύων καὶ τῷ μὲν ἑαυτοῦ μένων, τῷ δὲ χορεύων, ὥσπερ ἐφ’ ἡμισεῖας ἐστὶ νοῦς καὶ χορευτικός. μέρος οὖν ἑκατέρου συντιθέντες τὴν θαυμαστὴν καὶ δημιουργικὴν φύσιν τοῦ θεοῦ τούτου σημαίνοῦσι. καὶ ἔοικεν, ὡς ὁ δημιουργὸς ἀπὸ νοῦ ἄρχεται κοσμεῖν τὸ πᾶν νοερὸς ὢν, οὕτως ὁ χρόνος ἀπὸ ψυχῆς ἄρχεσθαι τελειοῦν αὐτὸς ὑπερκόσμιος ὢν· ὅτι γὰρ οὐ μόνον ἐστὶν ἐγκόσμιος, ἀλλὰ καὶ πολὺ πρότερον ὑπερκόσμιος, δῆλον, εἴπερ ὡς ὁ αἰὼν ἔχει πρὸς τὸ αὐτοζῶον, οὕτως ἔχει ὁ χρόνος πρὸς τόνδε τὸν κόσμον ἔμψυχον ὄντα καὶ ἔννοον καὶ ὅλον εἰκόνα τοῦ αὐτοζῶον, καθάπερ ὁ χρόνος αἰῶνος. εἰ δ’ οὖν χορόνοός ἐστι, μένων χορεύει, καὶ διὰ τὸ μένον αὐτοῦ καὶ αἱ χορεῖαι ἄπειροί εἰσι καὶ ἀποκαθίστανται· πρῶτος γὰρ τῶν νῦν περὶ τὴν ὅλην χορεύσας δημιουργίαν ἡ μὲν ἀεὶ κατὰ τὰ αὐτὰ ἔχει καὶ νοῦς ἐστὶ κατ’ οὐσίαν, αἰώνιος εἴρηται, ἡ δὲ χορεύει, ψυχὰς τε καὶ φύσεις καὶ σώματα κύκλῳ περιάγει καὶ περιοδικῶς ἀποκαθίστησιν, ὡς συντόμως εἰπεῖν· ὁ γὰρ κόσμος κινεῖται μὲν ὡς ψυχῆς μετασχών, τεταγμένως δὲ κινεῖται, διότι νοῦ μετέσχεν (οὕτω γὰρ καὶ ἐν Νόμοις [X 897B] εἶπεν νοῦν θεῖον προσλαβοῦσαν τὴν ψυχὴν ὀρθὰ καὶ ἔμφρονα παιδαγωγεῖν), περιοδικῶς δὲ κινεῖται τῇ ἀπὸ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ κινήσει, μιμούμενος, λέγοιτο ἂν, τὴν ἐν τῷ αὐτῷ τοῦ νοῦ μονὴν διὰ τὴν πρὸς τὸν αἰῶνα τοῦ χρόνου μίμησιν. καὶ τοῦτ’ ἐστὶ τὸ ὁμοιότερον αὐτὸν τῷ παραδείγματι ποιῆσαν τῷ ἐν ἑνὶ μένοντι, τὸ εἰς τὸ αὐτὸ ἀποκαθίστασθαι καὶ ἔν διὰ τῆς κατὰ τὸν χρόνον κυκλήσεως. καὶ ἔχεις ἐκ τούτων πάντων πάντα τὰ αἴτια τοῦ χρόνου κατὰ Πλάτωνα· ποιητικὸν μὲν αἴτιον τοῦ χρόνου ὁ δημιουργός, παράδειγμα δὲ ὁ αἰών, τέλος δὲ ἡ κατὰ τὰς περιοδους τῶν κινουμένων εἰς τὸ ἓν περιαγωγή· τὸ γὰρ μή

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
