# In Platonis Timaeum Commentaria 3.45.1-2

Proclus, In Platonis Timaeum Commentaria, 3.45.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.45.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.45.1-2

μεῖναν ἐν τῷ ἐνὶ τῆς γε εἰς τὸ ἕν περιagogῆς ἐφίεται, διὰ ταύτης τυχεῖν ἐφίεμενον τοῦ ἑνός, ὅ ἐστι τῷ ἀγαθῷ ταυτόν· ὅτι γὰρ οὐδ’ ἡ πρόοδος αὐτοῦ μία τις καὶ ἐπ’ εὐθείας καὶ οἷον γραμμὴ τις ἄπειρος ἐφ’ ἑκάτερα, ἀλλ’ ὡρισμένη τε καὶ περιγεγραμμένη καὶ περὶ τε τὸν πατέρα τῶν ὅλων καὶ τὴν τοῦ χρόνου μονάδα χορεύουσα καὶ ἀνελίττουσα πᾶν τὸ τῆς δημιουργίας σθένος καὶ πάλιν ἀποκαθισταμένη καὶ τοῦτο ποιοῦσα πολλάκις, μᾶλλον δὲ ἀπειράκις, οὐ μόνον ἀπαιτεῖ τὸ εὔλογον, εἰ δεῖ τὸ ἀναγκαῖον εὔλογον καλεῖν (πόθεν γὰρ τοῖς μετέχουσι τοῦ χρόνου τὸ ἀποκαθίστασθαι μὴ τοῦ μετεχομένου ταύτην ἔχοντος τὴν δύναμιν καὶ τὴν ἰδιότητα τῆς κινήσεως;), οὐδ’ ἂν πρὸς τῷ εὐλόγῳ καὶ τὴν ἀπὸ τοῦ ὀνόματος ἀνάπτυξιν μόνην ἐπιμαρτύροιο, δι’ ἧς ὁμογνωμονοῦν σοι καὶ τὸ τῶν ὀνοματοθετῶν ἐπιβωλότατον ἐπιδείξεις, ἀλλὰ καὶ τὴν φωνὴν τοῦ Πλάτωνος αὐτοῦ φήσαντος [38 A]· ἀλλὰ χρόνου ταῦτα αἰῶνα μιμουμένου καὶ κατ’ ἀριθμὸν κυκλουμένου γέγονεν εἴδη· πρῶτος γὰρ τῶν κινουμένων κυκλούμενος κατὰ τὴν εἰς τὰ ἔξω προϊοῦσαν ἐνέργειαν καὶ μετὰ τὴν πᾶσαν ἀνέλιξιν τῆς ἑαυτοῦ δυνάμεως ἀποκαθιστάμενος οὕτω καὶ τὰς τῶν ἄλλων ἀποκαθίστησι περιόδους, ὅλῳ μὲν ἑαυτοῦ τῷ προελθόντι τὴν πρῶτον αὐτοῦ μετέχουσαν ψυχὴν περιάγων, μορίοις δέ τισιν ἑαυτοῦ τὰς τε ἄλλας ψυχὰς καὶ τὰς φύσεις καὶ τὰς οὐρανίουσ περιφοράς καὶ πρὸς τοῖς τελευταίοις πᾶσαν τὴν γένεσιν· διὰ γὰρ αὐτὸν κυκλούμενον κύκλῳ πάντα περιάγεται. κύκλοι δὲ ἄλλων ἄλλοι βραχυπορώτεροί τε καὶ μακροπορώτεροι· καὶ γὰρ αὐ πάλιν εἰ ὁ δημιουργὸς αὐτὸς εἰκόνα κινητὸν τοῦ αἰῶνος τὸν χρόνον ποιεῖ καὶ κατὰ τὴν νόησιν ἑαυτοῦ τὴν περὶ τὸν αἰῶνα τοῦτον ὑφίστησι, δεῖ τὸ κινητὸν τοῦ χρόνου κυκλικὸν εἶναι καὶ χορευτικόν, ἵνα μηδὲ τοῦ αἰῶνος ἀποστατῇ καὶ τὴν περὶ αὐτοῦ νόησιν τοῦ πατρὸς ἀνελίττη· καὶ γὰρ ὅλως τὸ κινητὸν τοῦ χρόνου περιληπτικὸν ὂν τῶν κινη-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
