# In Platonis Timaeum Commentaria 3.48.1

Proclus, In Platonis Timaeum Commentaria, 3.48.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.48.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.48.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 37 D] νῆς ἔξω προιοῦσης ἀπ’ αὐτοῦ καὶ ἐν ταῖς κινήσει μεριστῶς D ὁρωμένης καὶ συνδιασταμένης αὐταῖς. ὡς οὖν αἱ κινήσεις 5 ἐγchronoι γίνονται διὰ τὴν μέθεξιν, οὕτως ὁ χρόνος κινητὸς διὰ τὸ μετέχεσθαι ὑπὸ τῶν κινήσεων· πρὸς δὲ καὶ μόνον ὁρῶντες οἱ φυσικοὶ τῆς κινήσεως αὐτὸν ὠρῆσαν εἶναι τὸ ἀριθμητόν, τὸ αἰῶν τοῦτον κατιδεῖν οὐ δυνηθέντες. Πρῶτον μὲν οὖν ῥητέον, ὅτι οὐδὲ τὸ πᾶν ἐν κινήσει μόνον ὑφῆσθηκεν, ἀλλὰ δεῖ τι μένειν αὐτοῦ πάντως, ἵνα μένον κινητῆ· δέδεικται γοῦν ἐν Θεαίτητῳ [181s], ὅτι κατὰ πάντα κινεῖσθαι τι παντελῶς ἀδύνατον. τοῦ τοίνυν ἐν μεθ- 10 ἐξει χρόνου ἐν κινήσει ὄντος διὰ τὸ συμπαρατείνεσθαι τῇ κινήσει δεῖ τι μένειν πρὸ τούτου, καὶ τοῦτο, εἰ μὲν ἀνεφγητον, ἀδύνατον, εἰ δὲ ἐνεργοῦν, εἰ μὲν κινούμενον, πάλιν ἄλλου δεήσεται τοῦ μετροῦντος αὐτοῦ τὴν κίνησιν, εἰ δὲ ἀκινήτως ἐνεργοῦν, τοῦτ’ ἔστι τὸ ὡς ἀληθῶς ἴδιωμα τοῦ 15 χρόνου. δεύτερον δὲ κοινῆς οὖσης ἐννοίας εἶναι τὰς Ὥρας θεὰς καὶ τὸν Μῆνα θεόν, ὧν καὶ ἱερὰ παρελήφαμεν, καὶ Ἡμέραν καὶ Νύκτα θεὰς εἶναι φαμεν, ὧν καὶ κλήσεις ἔχομεν ἐκδεδομένας παρ’ αὐτῶν τῶν θεῶν, πολλῷ μᾶλλον ἀνάγκη τὸν χρόνον αὐτὸν εἶναι θεὸν καὶ μηνὸς καὶ ὥρῶν 20 καὶ νυκτὸς καὶ ἡμέρας ὄντα περιληπτικόν. τοῦτον τοίνυν, εἰ ἔστιν ἀριθμητόν τι ὁ χρόνος, δεῖ πρὸ τοῦ ἀριθμητοῦ τὸ ἀριθμοῦν προὑπάρχειν (ταῦτα γὰρ πρὸς ἄλληλα λέγεται καὶ τοῦ ἀριθμητοῦ προὑπάρχει τὸ ἀριθμοῦν), τοῦ μὲν δυνάμει E τὸ κατὰ δύναμιν, τοῦ δὲ ἐνεργείᾳ τὸ κατ’ ἐνέργειαν. ἐκεῖνο 25 τοίνυν ἐστὶν ὁ τῷ ὄντι χρόνος, ὃς ἐστὶν αὐτοαριθμὸς πασῶν τῶν περιόδων ἑκάστην ἀριθμῶν. τέταρτον, εἰ τι μὲν ψυχῆς μετέχει, καὶ χρόνου μετέχει, οὐκ ἀνάπαλιν δέ· καὶ γὰρ τὰ ἄψυχα μετέχει χρόνου· τὸν ἄρα χρόνον ἐπέκεινα ψυχῆς δετέον. ψυχὴ δὲ πρὸ τῶν μετεχόντων ἐστὶν αὐτὴ 30 καθ’ αὐτήν. πολλῷ ἄρα μᾶλλον αὐτὸς ἐστὶν καθ’ ἑαυτὸν ἐπέκεινα τῶν χρόνου μετεχόντων. Πῶς οὖν ὁ τοιοῦτος εἰκὼν ἂν εἴη τοῦ αἰῶνος; λεγέσθω γὰρ πάλιν διὰ τὴν τῶν

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
