# In Platonis Timaeum Commentaria 3.49.1-2

Proclus, In Platonis Timaeum Commentaria, 3.49.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.49.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.49.1-2

πραγμάτων δυσεπίγνωστον ἰδέαν. ὅτι, φησὶν ὁ θεῖος Ἰάμβλιχος, τὸ ἓν καὶ ἄπειρον τοῦ αἰῶνος καὶ ἤδη ὃν καὶ ὁμοῦ πᾶν καὶ ἐν τῷ νῦν μένον καὶ ἀμέτρητον ὃν μέτρον τῶν νοητῶν ἐν ἀνελίξει κυκλικῇ καὶ ἐν συνεχείᾳ καὶ τῷ ἐφεξῆς ἐπιδείκνυσι καὶ τῷ ἀρχὰς καὶ μέσα καὶ τέλη διακρίνοντι καὶ μηδ’ ὁτιοῦν ἀπολείποντι τῶν ὑπ’ αὐτοῦ περιεχομένων, καὶ ὥσπερ οὐ κινητὸς ἀπλῶς, ἀλλ’ ὡς πρὸς τὸν αἰῶνα κινητός, οὕτως οὐδ’ ἀπλῶς εἰκὼν, ἀλλὰ τὸ σύνολον τοῦτο αἰῶνος εἰκὼν ἂν ῥηθεῖν δικαίως· ἀληθινὴ γὰρ ὡν οὐσία καὶ ἀποκαταστατικὴ καὶ μετρητικὴ καὶ περιεπτικὴ τῶν κινήσεων ὅλως ὅμως εἰκὼν αἰῶνος εἶναι λέγεται, καὶ ἔοικεν ἡ πρώτη τῶν εἰκόνων αὐτὸς εἶναι· νοῦς μὲν γὰρ ὁ παντελὴς οὐ κυρίως εἰκὼν λέγεται τοῦ πρώτου (τί γὰρ ἂν ἀφωμοίωτο τῷ πάντῃ ἀνειδέῳ), τῶν δὲ ἐπίταδε νοῦ καὶ τῆς ἀμερίστου φύσεως χρόνος ἂν εἴη τὸ πρώτιστον, καὶ ὅλως, εἰ δεῖ τῶν μετεχόντων εἶναι τὴν εἰκόνα (τύπον γὰρ ἄλλου πρεσβυτέρου διασῴζειν βούλεται, παρ’ οὗ καὶ τὸ ἴδιωμα τῆς ἰδέας καταδέχεται), χρὴ μήτε ἐν ταῖς πρωτίσταις οὐσίαις εἶναι τὴν εἰκόνα (οὐ γὰρ μετέχουσιν ἐκεῖναι πρώτισται γε οὖσαι, μᾶλλον δὲ αὐταὶ ὑφ’ ἑτέρων μετέχονται, οὐκ ἐγινόμεναι τοῖς μετέχουσιν, ἀλλ’ ἕτερον τρόπον αὐτὰ πρὸς ἑαυτὰς ἐπιστρέφουσαι), μήτ’ ἐν ταῖς αἰσθηταῖς μόνοις (μετέχει γὰρ καὶ τὰ μέσα τῶν πρώτων καὶ οὐ μόνα τὰ αἰσθητά, ἐπεὶ καὶ τὰ αἰσθητὰ διὰ τὰς ἐκ τῶν μέσων ἐμφάσεις ἀφομοιοῦνται τοῖς πρώτοις)· ὀρθῶς ἄρα καὶ ὁ χρόνος αἰῶνος εἰκὼν εἴρηται καὶ πᾶς ὁ κόσμος κατὰ τε ψυχὴν καὶ κατὰ σῶμα τοῦ αὐτοζῴου. εἰ μὲν γάρ, ὡς ἔφαστο Πορφύριος καὶ τινες ἄλλοι Πλατωνικοί, μόνα μετεῖχε τῶν ὄντως ὄντων τὰ αἰσθητά, ἐν αὐτοῖς μόνοις ἂν ἐζητοῦμεν τὰς εἰκόνας. εἰ δ’, ὡς Ἀμέ-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
