# In Platonis Timaeum Commentaria 3.52.1-2

Proclus, In Platonis Timaeum Commentaria, 3.52.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.52.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.52.1-2

φαινομένης ἡμέρας καὶ νυκτὸς τὴν πρωτουργὸν αἰτίαν προεἰληφεν ἄλλης οὐσης ἐν τῷ ἐμφανεῖ χρόνῳ τούτων ἐκατέρα, εἰς ἣν καὶ ὁ Τίμαιος ὁρῶν ὑπομιμνῄσκει, πῶς ἅμα τῷ οὐρανῷ γέγονε χρόνος, διὸ καὶ πληθυντικῶς εἶπεν ἡμέρας καὶ νύκτας, ὡς καὶ μῆνας καὶ ἔνιαυτούς. ταῦτα δὴ τὰ πρόχειρα πᾶσιν· αἱ γὰρ ἀφανεῖς τούτων αἰτίαι μονοειδεῖς εἰσι πρὸ τῶν πεπληθυσμένων καὶ ἐπ’ ἄπειρον ἀνακυκλουμένων, καὶ ἀκίνητοι προϋπάρχουσι τῶν κινουμένων καὶ νοεραὶ πρὸ τῶν αἰσθητῶν. ἡμέρα μὲν οὖν καὶ νὺξ ἡ πρωτίστη νοείσθω τοιάδε τις ἐκατέρα. μὴν δὲ τὸ τὴν σελήνιακὴν σφαῖραν καὶ πᾶσαν τὴν ἀποτελεύτησιν τῆς ἑτέρας περιφορᾶς συνελίσσον, θεῖον ὡς ἀληθῶς χρονικὸν μέτρον. ἔνιαυτὸς δὲ τὸ τὴν μέσην ὅλην δημιουργίαν τελειοῦν καὶ συνέχον, καθ’ ἣν καὶ ὁ ἥλιος δράται τὸ μέγιστον ἔχων κράτος καὶ πάντα σὺν τῷ χρόνῳ μετρῶν· οὔτε γὰρ ἡμέρα ἢ νὺξ ἄνευ ἡλίου οὔτε μὴν οὔτε πολλῷ πλέον ἔνιαυτὸς οὔτ’ ἄλλο τι τῶν περικοσμίων μέτρον οὐδέν. καὶ οὐ λέγω κατὰ τὴν ἐμφανῆ μόνον δημιουργίαν (τούτων γὰρ τῶν μέτρων καὶ ὁ φαινόμενος ἥλιος αἴτιος), ἀλλὰ καὶ κατὰ τὴν ἀφανῆ καὶ ἐπαναβεβηκυῖαν ὁ ἀληθέστερος ἥλιος συμμετρεῖ τῷ χρόνῳ τὰ πάντα, χρόνον χρόνος ὡν ἄτεχνῶς κατὰ τὴν περὶ αὐτοῦ τῶν θεῶν ὁμφήν· ὅτι γὰρ καὶ Πλάτων οὐ τὰ φαινόμενα ταῦτα μόνον οἶδεν, ἀλλὰ καὶ τὰ θεῖα, οἷς ταῦτα ὁμώνυμα, δηλοῖ τὰ ἐν τῷ δεκάτῳ τῶν Νόμων [899 AB]· δεῖξας γὰρ μεστὰ πάντα θεῶν ἐπήγαγεν, ὅτι καὶ Ὥρας ἄρα καὶ Μῆνας θεῖα ἔροῦμεν οὕτως, ὡς ἔχοντα θείας ζωᾶς ἐφεστώσας καὶ νόας θείους, οὓς καὶ τὸ πᾶν. εἰ δὲ νῦν μᾶλλον λέγει περὶ τῶν φαινομένων, οὐ θαυμαστόν, διότι φυσιολογεῖν πρόκειται νῦν. ταῦτα μὲν οὖν ἔστω μόρια χρόνου, ὧν τὰ μὲν ὠκεῖωται τοῖς ἀπλανέσι, τὰ δὲ τοῖς περὶ τοὺς πόλους τοῦ λοξοῦ στρεφομένοις, τὰ δὲ ἄλλοις θεοῖς ἢ θεῶν ὁπαδοῖς ἢ ζῷοις θνητοῖς ἢ ἀθανάτοις ἢ μερίσι τοῦ παντὸς ὑψηλοτέραις ἢ χαμαιζηλοτέραις. τὸ δ’ ἧν

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
