# In Platonis Timaeum Commentaria 3.54.1-2

Proclus, In Platonis Timaeum Commentaria, 3.54.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.54.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.54.1-2

ὑστερον, ἵνα καὶ αὐτὸ τοῦτο, ὃ λέγεται, κίνησις ἢ καὶ μὴ ἀντὶ κινήσεως στάσις. ὅτι δὲ τὸ ‘ἦν’ καὶ τὸ ‘ἔσται’ οὐκ ἦν πρὸ τῆς δημιουργίας, σαφῶς ἡμᾶς ἐδίδασκεν, ὡς προεἶπον, εἰπὼν ὡς τὰς ἡμέρας καὶ νύκτας, οὕτω καὶ ταῦτα χρόνου γεγονότα εἶδη. τὴν δὲ πλημμελῆ κίνησιν ἀγέννητον ἐκεῖνοι λέγουσιν· ὥστε καὶ εἴ τις ἦν τότε χρόνος, ἀγέννητος ἦν· ὥστε καὶ τὸ ‘ἦν’ καὶ τὸ ‘ἔσται’ ἀγέννητα ἂν ἦν. οὐκ ἄρα καὶ τὸ ‘ἦν’ καὶ τὸ ‘ἔσται’ πρὸ τῆς τοῦ κόσμου γενέσεως ἦν, ἀλλ’ ἅμα τῷ κόσμῳ καὶ ταῦτα καὶ ὁ χρόνος εἰς ὧν καὶ ὁ αὐτὸς καὶ τῶν ἀτάκτων κινήσεων <ὧν> ἀριθμὸς καὶ τῶν τεταγμένων καὶ ἀδιάφορος. τοῦτο μὲν οὖν δέδεικται καὶ διὰ τούτων ὡςπερ πόρισμα πάλιν τῶν ἐφόδων. ταῦτα δέ, ὡςπερ ἔδοκε καὶ τοῦτο τῷ ἡμετέρῳ καθηγεμόνι περὶ τούτων, εἴπερ τῷ ὄντι θέλεις ὡς εἶδη θεωρῆσαι τοῦ χρόνου, λαβέ μοι τελείαν περίοδον καὶ ὁλοτελῆ τοῦ χρόνου χορείαν, τὴν μὲν φθάσασαν ἤδη γενέσθαι, τὴν δὲ μέλλουσαν, καὶ ὕψει τὸ ‘ἦν’ καὶ τὸ ‘ἔσται’ τὰ ὡς εἶδη τοῦ χρόνου. ἐπειδὰν γε μὴ οὕτως, ἀλλὰ μεριστῶς ἀκούσωμεν τῶν ῥημάτων, οὐκ ἀναφανήσεται καθ’ ἑκάτερον ἡμῖν ἡ σμυνὴ καὶ ὁλοτελὴς ἰδέα τοῦ χρόνου, ἀλλὰ τι συμβεβηκὸς ἐνίοις τῶν ἐν γενέσει καὶ μεταβολῇ πραγμάτων· εἰ μὴ ἄρα καὶ τὸ μὲν ‘ἦν’ τὴν τελεσιουργὸν ἐνδείκνυται τοῦ χρόνου τάξιν, τὸ δὲ ‘ἔσται’ τὴν ἐκφαντορικήν, ὡςπερ τὸ ‘ἔστι’ τὴν συνεκτικήν· καὶ γὰρ ἐκφαίνει τὰ μήπω ὄντα ὁ χρόνος καὶ συνέχει τὰ παρόντα καὶ τελειοῖ τὰ γεγονότα καὶ πέρας αὐτῶν ἐπάγει ταῖς περιόδοις τὸ πρόσφορον. τοσαῦτα καὶ περὶ τῶν μορίων καὶ τῶν εἰδῶν ἡμῖν εἰρήσθω τοῦ χρόνου. περὶ γὰρ τοῦ ‘μηχανᾶται’ κἂν τοῖς φθάσασιν ἐπεσημηνάμεθα [p. 18ss], ὅτι μηχανῆς τῷ ὄντι θείας καὶ δημιουργικῆς ἔργον ὁ χρόνος, δι’ οὗ τὰ μεταβάλλοντα δι’ ὅλου μένει καὶ τελειότητος καὶ ἀιδιότητος καὶ φρουρᾶς καὶ μέτρου καὶ περιοχῆς περιλήπεται. τί δὲ οὐχὶ καὶ ἑαυτὰ μετρεῖν τὰ θεία φαίη τις ἂν, καὶ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
