# In Platonis Timaeum Commentaria 3.56.1-2

Proclus, In Platonis Timaeum Commentaria, 3.56.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.56.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.56.1-2

μόνον καὶ ἀριθμὸς ὧν τῆς κινήσεως, εἴπερ ὀργάνων ἔχουσι πρὸς αὐτὸν τάξιν οἱ κοσμοκράτορες, ἀλλὰ θεὸς ἄφανης καὶ κατ’ οὐσίαν αἰώνιος ἐνεργῶν περὶ πάσας τὰς κινήσεις καὶ τὴν ὅλην τοῦ κόσμου περίοδον, ὀργάνοις δὲ χρώμενος ὡς μερικωτέροις μέτροις ἑαυτοῦ τούτοις τοῖς θεοῖς. τὸ δὲ γε ‘πρὸς διορισμὸν καὶ φυλακὴν ἀριθμῶν χρόνου γεγενῆσθαι τὰ ἄστρα’ σαφῶς ἐρμηνεύει τὸν ἕνα χρόνον ὑπὸ τοῦ δημιουργοῦ καὶ τῆς ἑαυτοῦ προελθόντα βουλήσεως μέ- B νοντα ἕνα καὶ ὅλον καὶ ἀδιάφορον ὑπὸ τῆς τούτων κινήσεως πολὺν κατ’ ἀριθμὸν γίγνεσθαι καὶ οἷονεὶ τέμνεσθαι καὶ διορίζεσθαι, ἑκάστου τὸ πρόσφορον ἑαυτῷ μέτρον ἀπὸ τοῦ χρόνου τοῦ σύμπαντος οἷον ἀποτεμνομένου καὶ τοῦτο φρουροῦντος ἀεὶ διὰ τῆς ὁμαλῆς καὶ τεταγμένης κινήσεως. καίτοι κατὰ γε τὸ ἀληθὲς φρουροῦνται μᾶλλον ὑπὸ τῶν ἀριθμῶν τοῦ χρόνου καὶ διορισμοῦ μεταλαγχάνουσιν οἱ κατ’ οὐρανὸν θεοὶ τῶν περιόδων, ὅς ποιοῦνται, καὶ τῶν ἀποκαταστάσεων. ἀλλ’ ὅμως, ἐπείπερ ἡμεῖς ἐκ τῶν ἐμφανῶν τὰ ἀφανέστερα συλλογίζεσθαι μεμελετήκαμεν, ἡμῖν οἱ ἀριθμοὶ τοῦ χρόνου φρουροῦνται διὰ τῆς ἐγκυκλίου φορᾶς. τούτοις δὲ οὐ μόνον, ὅ καὶ πρότερον εἴπομεν [p. 20, 22ss], Πλάτων, ἀλλὰ καὶ οἱ θεουργοὶ συνάδουσι, θεὸν ἐγκόσμιον τὸν χρόνον ὑμνοῦντες, <ὡς> αἰώνιον, ἀπέραντον, νέον καὶ πρεσβύτην, ἑλικοειδῆ, πρὸς τούτοις ὡς ἔχοντα τὴν οὐσίαν ἐν αἰῶνι καὶ μένοντα ἀεὶ τὸν αὐτὸν καὶ ὡς ἀπειροδύναμον. ἡ πῶς προσεῖληφε τοῦ ἐμφανοῦς χρόνου τὴν ἀπειρίαν τὰ κατὰ κύκλον ἐπανάγοντα πάντα εἰς ταὐτὸν καὶ ἀνανεάζοντα καὶ καταγραφάσκοντα, δι’ αὐτὸν ἀνακαλούμενα εἰς τὸ οἰκεῖον μέ- C τρον, ὡς ὁμοῦ περιεκτικὸν τῶν κύκλῳ κινουμένων καὶ κατ’ εὐθείαν; τοιαύτη γὰρ ἡ ἑλιξ, καὶ διὰ τοῦτο καὶ ὁ χρόνος ὑμνεῖται παρ’ ἐκείνων ἑλικοειδής, ὡς εἴρηταί μοι καὶ πρότερον [p. 21, 2]. ἐπεὶ καὶ οὐ τὸν χρόνον μόνον ὡς θεὸν ὑμνήκασιν, ἀλλὰ καὶ ἡμέραν αὐτὴν καὶ νύκτα καὶ μῆνα

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
