# In Platonis Timaeum Commentaria 3.57.1-2-31

Proclus, In Platonis Timaeum Commentaria, 3.57.1 to 3.57.31. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.57.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.57.1-2

[θεὸν] καὶ ἐνιαυτὸν· καὶ εἰκότως· τῶν γὰρ ἀιδίως ἀνακυκλου- μένων εἶναι δεῖ πάντως ἀκίνητον αἰτίαν καὶ τῶν κατ’ εἶδος διαφερόντων ἄλληλ καὶ ἄλληλ. καὶ τούτων δ’ οὖν ἐντυχίας καὶ κλήσεις καὶ θεσμοὺς τελεστικοὺς ἐκεῖνοι παρέδοσαν. καὶ 5 δεῖ μὴ ἐπὶ δακτύλων πάντα ταῦτα μόνον σκοπεῖν, ἀλλὰ καὶ ὡς θεῖα σέβειν τὰ ἄφανῆ καὶ ἀκίνητα πρὸ τῶν κινου- μένων τούτων καὶ πᾶσι φανεροῖν, οἷς καὶ αὐτὸν εἴπομεν [p. 36, 22ss] ἐν Νόμοις [X 899 B] τὸν Πλάτωνα μαρ- τυρεῖν ὡς περὶ θεῶν τούτων διαλεγόμενον. ἐπεὶ καὶ παρ’ 10 Ἑλλησι μηνὸς ἱερὰ παρεilhφαμεν καὶ παρὰ Φρυξὶ μῆνα Σαβάζιον ὑμνούμενον [καὶ] ἐν μέσαις ταῖς τοῦ Σαβαζίου τελεταῖς· ὃν γὰρ πρῶτον ἐθεάσαντο περιφοράς ἀιδίου μετρη- τικόν, θεὸν ὑπέλαβον εἶναι καὶ διὰ τελετῶν καὶ πάσης ἱερᾶς θρησκείας ἐτίμησαν, ὡς καὶ τὰς Ὥρας· καὶ γὰρ ταύ- 15 τας κατιδεῖν ἠδυνήθησαν ἀπὸ τῶν κατ’ αὐτὰς γιγνομένων. D εἰ καὶ ἐνιαυτὸν οὐκέθ’ ὁμοίως· οἱ μὲν γὰρ θεόσοφοι καὶ τοῦτον ἡμῖν ἐξύμνησαν, οὐ πᾶσι δὲ γνῶναι καὶ σεφθῆναι ῥάδιον ἦν διὰ τὸ τῆς περιόδου τῆς ὑπ’ αὐτοῦ μετρουμένης δυσκατανόητον, ὥσπερ καὶ τὸν ὅλον χρόνον διὰ τὴν ἄγνοιαν 20 τῆς μιᾶς περιόδου πάντων θηρᾶσαι καὶ ὄντα καὶ θεὸν ὄντα παγχάλεπον. καίτοι γε εἰ τῆς ἀιδίου κινήσεως προηγεῖται τὸ ἀκίνητον αἴτιον, καὶ αὐ τῆς ἀιδιότητος ἀνάγκη προὑπάρ- χειν τὸ πᾶσαν ἤνωμένως ἀφορίζον καὶ ἀριθμοῦν αὐτὴν οὕ- σαν ἀριθμουμένην. 25 Ἄ δὴ φέροντες λανθάνομεν ἐπὶ τὴν ἀίδιον οὐ- σίαν οὐκ ὀρθῶς· λέγομεν γὰρ ὡς ἦν ἔστι τε καὶ ἔσται, τῇ δὲ τὸ ἔστι μόνον κατὰ τὸν ἀληθῆ λόγον προσήκει [37 E 38 A]. Πρῶτον μὲν ἐπισημῆνασθαι ἄξιον, ὅτι τὴν ἀίδιον οὐ- 30 σίαν εἰς ταὐτὸν ἄγει πάλιν τῇ νοητῇ, ἵνα καὶ πεισθῶμεν ἐναργέστερον, ὅτι τῶν νοητῶν θεῶν ἄγαλμα γεγενῆσθαι τὸν κόσμον ἠβούλετο, ἵνικα τῶν ἀιδίων αὐτὸν ἄγαλμα θεῶν πάντων περιόδου’ Kroll 22 αὐ τῆς Q : αὐτῆς D : αὐτῆς τῆς 5

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
