# In Platonis Timaeum Commentaria 3.59.1-2

Proclus, In Platonis Timaeum Commentaria, 3.59.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.59.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.59.1-2

τὸν ἀληθῆ λόγον προσήκει, τὸ μόνον μεταθέντες ἐπι-στημονικώτερον εὑρήσομεν τὸν λόγον· τῇ δὲ τὸ μόνον ἔστι προσῆκει, τούτῃ τὸ καθ’ ἑαυτὸ καὶ ἐξηρημένον τῆς πρὸς τὰ εἴδη τοῦ χρόνου συντάξεως. πόθεν οὖν ἐπήλθε τοῖς ἀνθρώποις τηλικαῦτα πλημμελεῖν καὶ τὰ μηδὲν προσ-ήκοντα τοῖς νοητοῖς θεοῖς ἐπ’ αὐτοὺς ἀναπέμπειν; τὸ μὲν ὅλον αἴτιον ἡ λῆθη τῶν θείων ἢ διὰ τὴν πτερορρύησιν καὶ τὴν πτῶσιν καὶ τὴν τῶν ἐπικήρων σωμάτων κοινωνίαν ἡμῖν ἐπιγεγενημένη· διὸ καὶ αὐτὸς οὗτος ἔφη· λανθάνομεν φέ-ροντες ἐπὶ τὴν αἰδίον οὐσίαν οὐκ ὀρθῶς. ἀλλ’ οὐχ οἱ γε θεουργοὶ ταῦτα πεπόνθασιν· οὐ γὰρ θέμις αὐτοῖς· ἀλλὰ τὸν χρόνον αὐτὸν ὑμνήκασιν ὡς θεόν, καὶ ἄλλον μὲν τὸν ζῶναιον, ὡς εἴπομεν, ἄλλον δὲ ἄζωον, μετροῦντα τὴν B περίοδον τοῦ τρίτου τῶν αἰθερίων, ἄλλον δὲ τὸν ἐπὶ τοῦ μέσου τῶν κόσμων ἐκείνων, ἄρχαγγελικόν τινα χρόνον, ἄλλον δὲ ἄρχικὸν αὐτῷ ἐφεστῶτα τῷ πρωτίστῳ τῶν αἰθερίων, ἐφ’ ἅπασι δὲ τούτοις πηγαῖον ἄλλον, ὃς τὸν ἐμπύριον κόσμον ἄγει καὶ περιάγει καὶ ἀφορίζει τὴν ἐκείνου περίοδον, ἀπ’ αὐτῆς προελθὼν τῆς πηγείας θεοῦ τῆς πᾶσαν μὲν ζωήν, πᾶσαν δὲ κίνησιν τεκούσης· αὐτὴ γὰρ παρήγαγε καὶ τὸν πηγαῖον χρόνον καὶ πᾶσι τοῖς κινουμένοις ἐπέστησε με-τροῦντα τὰς πάντων περιόδους μέχρι τῶν ἐσχάτων, ὅ δὴ καὶ αὐτὰ κατὰ περιόδους μετρεῖται, κἂν ἢ τῶν σαμφθόρων πραγμάτων, καὶ Πλάτωνος [Phaed. 77 C s] ἡμᾶς διδάξαντος, ὅτι πᾶν τὸ ζῶν ἐκ τεθνηκότος γίνεται καὶ πᾶν τὸ τεθνη-κὸς ἐκ ζῶντος, καὶ ὡς ἔστι πάντων περίοδος καὶ ἀποκατά-στασις [καὶ] τῶν γεννητῶν, οὐ τῶν ἀδιαφθόρων μόνων· καὶ γὰρ τὸ καθ’ ἕκαστον κατὰ τινα περίοδον ἀπὸ τοῦ μὴ ὄντος γεγονὸς ἄπεισιν εἰς τὸ μὴ ὄν, εἴπερ ἢ ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ κίνησις ἔστι περίοδος. πάντων οὖν ὁ χρόνος μετρο- C τικὸς ἕως τῶν ἐσχάτων, πᾶσι τὰς περιόδους ἀφορίζων· καὶ τοῦτο προστίθησι τοῖς κινουμένοις, ἵνα μιμῆται τοῦ νοῦ τὴν ἐν αὐτῷ μονήν † ὁ αἰὼν συνεχῆ διὰ τῆς εἰς τὸ αὐτὸ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
