# In Platonis Timaeum Commentaria 3.64.1

Proclus, In Platonis Timaeum Commentaria, 3.64.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.64.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.64.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 38AB] τὸ προσῆκον τοῖς νοητοῖς αἰτιᾶται τοὺς πολλοὺς τῶν ἀνθρώπων· ἢ γὰρ διπλὴν ἢ πάντως γε μίαν τινὰ καὶ μεγάλην αὐτῶν εἶναι τὴν παρανομίαν· ὅταν μὲν γὰρ τὸ γεγονὸς εἶναι γεγονὸς λέγωσι καὶ τὸ γενησόμενον εἶναι γενησόμενον, πλημμελῶς μὲν τὸ τῶν αἰωνίων οὐσιῶν ἴδιον τοῖς 5 γενητοῖς προσάπτουσι (τὸ γὰρ εἶναι τοῦτο τοῖς ἄνω προσῆκει καὶ θείοις, ὥσπερ τὸ γίγνεσθαι τοῖς αἰσθητοῖς), οὐκ ὀρθῶς δὲ [οὐδὲ] τὰ μόρια τοῦ χρόνου συγχέουσι καὶ τὴν ἐν αὐτῷ τάξιν ἀνατρέπουσι τῷ παρελθόντι τὸ νῦν εἰς ταὐτὸν ἄγοντες. ὅταν δὲ τὸ γιγνόμενον εἶναι λέγωσι, τῷ προτέρῳ μόνῳ 10 περιπετεῖς εἰσὶν ἀμαρτήματι. μεγίστου δὲ ὄντος τούτου μεῖζον, εἰ θέμις εἰπεῖν, ἔστι τὸ τὸ μὴ ὂν εἶναι λέγειν· εἰ γὰρ ἔστιν ἡ γένεσις μέση μὴ ὄντος καὶ ὄντος, ἥττον ἔστι πλημμελὲς τὰ τοῦ ὄντος τῇ γενέσει προσφέρειν ἢ τῷ μὴ ὄντι. μία δὴ καὶ ὑπὲρ τούτων ἀπολογία κατὰ φύσιν ἂν γένοιτο· 15 μεταλαγχάνον γὰρ τὸ μὴ ὂν ἐν τῇ γενέσει τοῦ ὄντος, ὡς E καὶ πᾶν τὸ ἐγχρονον τοῦ αἰῶνος, εἶναι δοκεῖ τοῖς ἐπὶ τὸν ἐξηρημένον ἅπάσης διαστάσεως καὶ μερισμοῦ αἰῶνα καὶ τὸ ὄντως ὂν οὐκ εἰωθόσιν ἀνάγεσθαι. πάλιν τὸ ἐνεστὼς τοῦ χρόνου τὴν ἐν κινήσει φερομένην γένεσιν εἴωθε σῴζειν καὶ 20 διακατέχειν. θαυμαστὸν οὖν οὐδὲν ὑπομένουσιν οἱ ἄνθρωποι, εἰ καὶ τὸ παρρηχθὸς ἀμυηρέπῃ διακατέχειν ἐν τοῖς οὖσι βουλόμενοι, καίπερ ἤδη γεγονὸς εἶναι γεγονὸς αὐτὸ λέγοιεν, τὸ δὲ μηδέπω γιγνόμενον συντάττειν ἐθέλοντες τοῖς οὖσιν εἶναι γενησόμενον αὐτὸ λέγοιεν· διὰ γὰρ δυεῖν τούτων τὸ 25 μὴ ὂν ἀμυηρέπῃ προσείναι τοῖς πράγμασι καὶ συντάττεσθαι δύναται, διὰ τε τῆς μετοχῆς τοῦ ὄντος καὶ διὰ τοῦ παρόντος χρονικοῦ διαστήματος, ἅπερ ἁμφότερα τὸ εἶναι δόξειεν ἂν ἐπιφέρειν. καὶ ἡ μὲν ἀφορμὴ τῆς πολλῆς χρήσεως ἐντεῦθεν ἐλήφθη ποθέν· οὐ μὴν ἀκριβὲς καὶ ἐπιστημονικὸν 30 ἔχει τι τῆς ἐπιταφάξεως ταύτης ἡ μετάθεσις. διὸ ἐπιστημνόμενος ἐφ’ ὅσον ἔπρεπε τῇ παρούσῃ σκέψει φυσικωτέρα οὖση περὶ τούτων ἐπιπλέον ἐξετάζειν ἄλλης εἶναι φησι

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
