# In Platonis Timaeum Commentaria 3.73.1

Proclus, In Platonis Timaeum Commentaria, 3.73.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.73.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.73.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 38 C] μόνον τούτων μεμνημένος, ἀλλ’ οὐ τῶν ἐπικύκλων, αὐτοῖς τοῖς ἄστροις ἀνατιθέναι τὴν ἀνωμαλίαν καὶ ταύτην τὸ τεταγμένον ἔχουσαν (ἀποκαθίσταται γὰρ πρὸς ἑαυτὴν διὰ τεταγμένων χρόνων) ὡς μέσους τῶν πάντη ὁμαλῶς κινουμένων καὶ τῶν πάντη ἀνωμάλως ὁμαλῶς γὰρ ἀνώμαλον ἢ ἀνωμάλως ὁμαλὴν ἔλαχον κίνησιν. διὰ πάντων γοῦν τῶν οὐρανίων κύκλων ὁ χρόνος ἐκφαίνεται καὶ τὴν εἰς τὸ πᾶν ποιεῖται πρόοδον, καὶ οὐ τούτων μόνον, ἀλλὰ καὶ τῶν ἀπλανῶν. ὁ δὲ Πλάτων τούτων μάλιστα διεμηνύουν ἐν τῇ γενέσει τοῦ χρόνου, διότι τῶν μὲν ἀπλανῶν τῇ ποικιλίᾳ διαφέρουσι τῶν περιόδων, τῶν δὲ ὑπὸ σελήνην τῷ ἀεί ὁσαύτως. ὧν τὸ μὲν ὁ διορισμὸς δηλοῖ τῶν πολλῶν χρονικῶν μέτρων, τὸ δὲ ἡ φυλακὴ τῶν αὐτῶν ἀεὶ περιόδων καὶ ἀποκαταστάσεων δεῖ γὰρ τὰ πολλὰ μέτρα μένουσα ἀεὶ τὰ αὐτὰ θεωρεῖν. ἔστι γοῦν καὶ ταῦτα τεταγμένα μετὰ τὸ ἐν τῆς ὅλης περιόδου μέτρον, καὶ ἡ μὲν μία τοῦ χρόνου μονὰς αὕτη τελείως ἐστὶν ἀριθμὸς καὶ παντελής, ἀπὸ δὲ ταύτης καὶ ἐν ἑκάστῃ περιφορᾷ μέτρον ἐστὶν οἰκεῖον, Κρόνιον ἢ Δίον ἢ Σεληνιακόν, τὴν ἰδιότητα προσλαμβάνον ἀπὸ τῆς ἐν ἑκάστῳ ψυχῆς καὶ τῆς κινητικῆς θεότητος ἄλλος γὰρ ἀριθμὸς ἡλίῳ προσήκει καὶ ἄλλος ἱππῷ καὶ ἄλλος φυτῷ, κοινὸς δὲ ὁ κοσμικὸς ἀριθμός. διὸ καὶ τὸν αὐτὸν χρόνον εἶναι πανταχοῦ λέγομεν ἔχει γὰρ καὶ μίαν ὁ κόσμος ζωήν, ὡς μίαν φύσιν καὶ ἕνα νοῦν. εἰ δὲ μίαν ἔχει ζωήν, ἔχει καὶ ἕνα βίον, εἰ δὲ τοῦτο, καὶ μέτρον χρονικὸν ἕν, καὶ ὥσπερ τῶν ἐν αὐτῷ μερῶν ἕκαστον ζῇ κατὰ τὴν ὅλην φύσιν, οὕτω καὶ κατὰ τὸν ὅλον χρόνον μετρεῖται, καὶ τοῦτο κοινὸν ἐστὶ μέτρον ἀπάντων. μετὰ δὲ τὴν μονάδα ταύτην τριάς ἐστιν, ἧς τὸ μὲν ἀκρότατον μέτρον ἐστὶ τῆς πρώτης περιφορᾶς, τὸ δὲ μέσον τῆς θάτερον πάσης (ἔστι γὰρ καὶ πάντων τῶν πλανωμένων ὡς ἑνὸς ζῴου βίος εἷς καὶ μία περίοδος καὶ ἀποκαταστατικὸς χρόνος εἷς), τὸ δὲ τρίτον τῆς ἐν γενέσει φερομένης ἀνακυκλήσεως διὰ τοῦτο γὰρ καὶ αἱ μεταβολαὶ τῶν στοιχείων καὶ αἱ τῶν κινουμένων ἀντιμεταστάσεις καὶ ἡ παλιγγενεσία

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
