# In Platonis Timaeum Commentaria 3.80.1-2

Proclus, In Platonis Timaeum Commentaria, 3.80.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.80.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.80.1-2

φασίν, ὅτι δὴ συνάπτουσιν οἱ ἐπίκυκλοι τῶν τριῶν τούτων ἀστέρων, καὶ ἐπὶ μιᾶς αὐτῶν ἐστὶν εὐθείας τὰ κέντρα· ὥσπερ οὖν μιᾶς εὐθείας κινουμένης ἡ ἀποκατάστασις μία, οὕτω καὶ οἱ τούτων ἐπίκυκλοι ποιοῦνται τὴν αὐτὴν ἀπο-κατάστασιν, καὶ αὐτῶν δὲ τῶν ἐπικύκλων οἱ μὲν ἄκροι ἐλάττους εἰσίν, ὁ δὲ μέσος μείζων, ὥστε τὰς ὁμαλὰς αὐτῶν κινήσεις κατὰ λόγον ἀναφέρεσθαι τὸν αὐτὸν καὶ τὰς ἀνω-μάλους. οἱ δὲ ἀπὸ τοῦ Πλάτωνος ἐξηγηταὶ τὴν αἰτίαν ζητήσαντες ἐπὶ τὰς ζωὰς αὐτῶν ἀνῆγαγον τὴν τῆς ἰσότητος καὶ ἀνισότητος τῶν δρόμων ἀρχήν, ὥσπερ δὴ φασὶ Πορ-φυρίος τε καὶ Θεόδωρος· ἔστι γὰρ κατ’ αὐτοὺς τὸ ἄν-ισοταχὲς ἢ ἰσοταχὲς παρὰ τὸ αὐτόθεν ἢ διὰ πλειόνων φέ-ρεσθαι τοὺς νοῦς ἐπὶ τὴν οὐσίαν, καὶ παρὰ τὸ εἰς τὸ αὐτὸ καταστρέφειν, εἰ καὶ δι’ ἄλλων μέσων, ἢ καὶ εἰς ἄλλο καὶ ἄλλο· ἥλιος μὲν γὰρ οὐσία ὢν ἐπὶ νοῦν ὁδεύει διὰ ζωῆς, ’Αφροδίτη δὲ νοῦς μὲν, ἀλλὰ διὰ ζωῆς ἐπὶ νοῦν, ’Ερμῆς δὲ ζωή μὲν, διὰ δὲ <οὐσίας> εἰς νοῦν· εἰ καὶ ὁ νοῦς οὗτος, ἐφ’ ὃν ἡ καταστροφὴ τοῖς τρισίν, ὅπου μὲν ἐστὶν οὐσιώδης, ὅπου δὲ νοερός, ὅπου δὲ ζωτικός· διὸ καὶ ἀνισοταχῶς κινου-μένοι καὶ ἀλλήλων ἀπολείπεσθαι καὶ προηγεῖσθαι δοκοῦντες εἰς ταὐτὸν καταλήγουσι. Κρόνος δὲ καὶ Ζεὺς καὶ "Ἄρης δύναιντο μὲν ἂν καὶ διαφόρων εἶναι τμημάτων καὶ διὰ τοῦτο οὐκ ἰσοταχεῖς· εἰ δὲ καὶ τοῦ αὐτοῦ εἶεν, ἀλλὰ τῷ μὴ πρὸς <τὸ> αὐτὸ καταστρέφειν ἢ μὴ διὰ τῶν ἴσων μεσοτήτων οὐκ ἰσοταχεῖς· οἷον εἰ Κρόνος μὲν αὐτόθεν οὐσία ὢν ἐπὶ τὴν οὐσίαν ἴοι, Ζεὺς δὲ διὰ νοῦ μόνον, "Ἄρης δὲ διὰ νοῦ καὶ ζωῆς, ἔσται ὁ μὲν ἀμέσως ἐν τῇ οὐσίᾳ, ὁ δὲ διὰ μιᾶς μεσοτήτος, ὁ δὲ διὰ δυεῖν, καὶ οὕτως οὐκ ἰσοταχεῖς· ἔστι γὰρ τῶν πλανωμένων ἡ μὲν πρώτη τριάς ἐπὶ οὐσίαν, ἡ δὲ δευτέρα ἐπὶ νοῦν ἀναγομένη, σελήνη δὲ ἐπὶ ζωήν, πᾶσαν τὴν γένεσιν ἐν ἑαυτῇ περιέχουσα καὶ προιοῦσα μέχρι τῶν

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
