# In Platonis Timaeum Commentaria 3.81.1-2

Proclus, In Platonis Timaeum Commentaria, 3.81.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.81.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.81.1-2

ἔσχατων μυχῶν τῆς γῆς. ταῦτα μὲν οὖν φασι Πορφύριός τε καὶ Θεόδωρος, οἰκείας ὑποθέσεις περαίνοντες, πανταχοῦ μὲν πάντα λέγοντες, καὶ τὴν οὐσίαν καὶ τὸν νοῦν καὶ τὴν ζωήν, καὶ ἕκαστον τῶν θεῶν μετέχειν τιθέμενοι τῶν τριῶν πατέρων, ἐπικρατεῖν δὲ ἄλλο ἐν ἄλλοις ἴδιωμα, καὶ τὴν ἐνέργειαν ἄλλων εἶναι ἄλλην καὶ δι’ ἄλλων μέσων τὴν ἀναγωγὴν. ὁ δὲ γε θεῖος Ἰάμβλιχος οὔτε τὰς τῶν ἐπικύκλων παρεἰσχυκλησεις ἀποδέχεται ὡς μεμηχανημένας καὶ ἀλλοτρίως τοῦ Πλάτωνος εἰσαγομένας οὔτε τὴν ἀπὸ τῆς ζωῆς ἐπιβολὴν ὡς μάτην ὀνειροπολοῦσαν τὰς τοιαύτας διαστάσεις καὶ εἰσόδους καὶ ἐξόδους καὶ διαπλοκὰς καὶ οὐδαμῇ τῷ Πλάτωνι συνεπομένην· ποῦ γὰρ ὁ Πλάτων ἔμερισε τὴν διὰ ζωῆς καὶ διὰ νοῦ καὶ <δι’> οὐσίας ἐπὶ τὴν οὐσίαν ἀναφορᾶν; ποῦ δὲ τὸν μὲν Κρόνον κατὰ τὴν οὐσίαν ἔταξε, τὸν δὲ μετ’ αὐτὸν κατὰ τὸν νοῦν, τὸν δὲ τρίτον κατὰ τὴν ζωήν; ταῦτα δὲ ἀποδοκιμάζων ἁπλουστέραν παραδίδωσι θεωρίαν, τὴν μὲν σελήνην πρώτην εἰς τὸν περὶ γῆν τόπον τετάχθαι λέγων, ὡς φύσεως ἔχουσαν λόγον καὶ μητρὸς πρὸς τὴν γένεσιν (πάντα γὰρ αὐτῇ συντρέπεται καὶ συναύξεται μὲν αὐξομένης, ἐλαττοῦται δὲ ἐλασσουμένης), τὸν δὲ ἥλιον ὑπὲρ σελήνην, διότι περιφανῶς τὴν σελήνην πληροῖ δυνάμεων καὶ πατρὸς ἔχει πρὸς τὴν γένεσιν λόγον, ὑπὲρ δὲ ἥλιον Ἀφροδίτην καὶ Ἑρμῆν, ἡλιακοὺς ὄντας καὶ συνδημιουργοῦντας αὐτῷ καὶ πρὸς τὴν τελεσιουργίαν τῶν ὅλων αὐτῷ συντελοῦντας· διὸ καὶ ἰσόδρομοι τυγχάνουσιν ὄντες ἡλίῳ καὶ περὶ αὐτὸν εἰσὶν ὡς συγκοινωνοῦντες αὐτῷ τῆς ποιήσεως. ἐναντιοῦνται δὲ πρὸς αὐτὸν οὐ κατὰ τὴν ἐν τοῖς ἐπικύκλοις μόνον φοράν, ὡς εἴπομεν πρότερον [p. 64, 1ss] καὶ οἱ μαθηματικοὶ φασι, οὐδὲ καθ’ ὅσον ὁ μὲν ἐκφάνσεως τῶν κρυπτῶν ἐστιν αἴτιος, οὐ δὲ κρύψεως, ὡς οἱ ἀστρολογικοὶ διατείνονται· καὶ διὰ ταῦτα μὲν γάρ, ἀλλὰ καὶ καθ’ ἣν εἶπεν αὐτὸς θεῖαν δύναμιν, ἡ μὲν τοῦ ἡλίου θαυμαστή τίς

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
