# In Platonis Timaeum Commentaria 3.85.1

Proclus, In Platonis Timaeum Commentaria, 3.85.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.85.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.85.1

αἰδίων θεῶν † ὑφισταμένων πάντων εἴρηται τῷ ἰδρύσαντο, μεθ’ ὧν ὁ δημιουργὸς ἕκαστα ἀπεργάζεται καὶ τὸν ὅλον κόσμον ἄγαλμα ποιῶν καὶ τὰ τῶν μερικῶν θεῶν ἀγάλματα ἐν αὐτῷ ἰδρῶμενος. δεῖ δὲ ἐν τούτοις μεμνησθαι καὶ ὧν εἰώθαμεν λέγειν περὶ τῆς τάξεως τῶν ἐγκοσμίων πάντων, ὅτι μονὰς μὲν ἡ ἀπλανὴς ἐστι, τοῦ ὡσαύτως οὖσα αἰτία πᾶσι, τριάς δὲ ὑπ’ αὐτὴν Κρόνος, Ζεὺς, Ἄρης, ὁ μὲν συνοχῆς αἴτιος, ὁ δὲ συμμετρίας, ὁ δὲ διακρίσεως. καὶ πάλιν μονὰς μὲν ἡ σελήνη, πάσης αἰτία γενέσεως καὶ φθορᾶς, τριάς δὲ τὰ ἐν γενέσει στοιχεῖα τὰ ὑπ’ αὐτήν· μέσοι δὲ τούτων οἱ ἰσόδρομοι, καὶ ὁ μὲν ἥλιος τῆς ἀληθείας ἐκφαντικός, ὡς ἤδη πολλάκις εἴπομεν, ἡ δὲ Ἀφροδίτη τοῦ κάλλους, Ἑρμῆς δὲ τῆς τῶν λόγων συμμετρίας, τῶν ἐν προθύροις τοῦ ἀγαθοῦ μονάδων. εἰ δὲ βούλει καὶ ὅτι τῶν ἐπτὰ πλανήτων σελήνη μὲν αἰτία τοῖς θνητοῖς τῆς φύσεως, τὸ αὐτοπτον ἄγαλμα οὖσα τῆς πηγᾶς φύσεως, ἥλιος δὲ δημιουργὸς τῶν αἰσθήσεων πασῶν, διότι καὶ τοῦ ὁρᾶν καὶ τοῦ ὁρᾶσθαι αἴτιος, Ἑρμῆς δὲ τῶν τῆς φαντασίας κινήσεων (αὐτῆς γὰρ τῆς φανταστικῆς οὐσίας ὡς μιᾶς οὖσης αἰσθήσεως καὶ φαντασίας ἥλιος ὑποστάτης), Ἀφροδίτη δὲ τῶν ἐπιθυμητικῶν ὀρέξεων, Ἄρης δὲ τῶν θυμοειδῶν κινήσεων τῶν κατὰ φύσιν ἑκάστοις, κοινὴ δὲ τῶν μὲν ζωτικῶν πασῶν δυνάμεων Ζεὺς, τῶν δὲ γνωστικῶν Κρόνος· διήρηται γὰρ πάντα τὰ εἴδη τὰ ἄλογα εἰς ταύτας. τούτων οὖν τὰ αἴτια προεἴληπται ἐν τοῖς οὐρανίοις, ἃ δὴ παρήγαγεν ὁ πατὴρ καὶ ἔδρυσεν ἄλλα ἄλληλοῦ κατὰ τὴν ἑαυτῶν ἕκαστα τάξιν αἴτια τούτων ἐν τοῖς οὐρανίοις κύκλοις. ἀλλὰ ταῦτα μὲν ὑπεμνήσθη διὰ τούτων. Ἀπορήσεις δ’ ἂν τις ἐπὶ τοῖς εἰρημένοις εἰκότως, ποῦ τὴν τῆς ἀπλανοῦς ψυχὴν ὑφίστησιν ὁ Πλάτων εὐλαβούμενος, μήποτε τὴν αὐτὴν <τοῦ> τε κόσμου καὶ τῆς ἀπλανοῦς ποιεῖ ψυχήν, ὥσπερ καὶ ὁ Ἀριστοτέλης

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
