# In Platonis Timaeum Commentaria 3.86.1-2

Proclus, In Platonis Timaeum Commentaria, 3.86.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.86.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.86.1-2

ὑστερον· τὰς μὲν γὰρ τῶν πλανωμένων ἰδίας ἄστρων ἔχομεν διὰ τῶν προειρημένων περιφορῶν, καὶ μικρὸν δὲ προελθὼν ἐρεῖ [38E] περὶ αὐτῶν δεσμοῖς τε ἐμψύχοις δεδεμένα ζῷα ἐγεννήθη. μήποτε οὖν ἐν τῇ ὅλῃ ψυχῇ διττοὺς ἀποθέμενος κύκλους καὶ διττὰς περιφοράς συνυφίστησιν αὐτοῖς καὶ διττὰς ψυχάς, τὴν μὲν τῆς ἀπλανοῦς, τὴν δὲ τῆς πλανωμένης ὅλης ὡς μιᾶς περιφορᾶς, καὶ αὖ πάλιν ἐν τῇ ἑκατέρᾳ τοὺς ἑπτὰ κύκλους λαβὼν ἔχει σὺν αὐτοῖς καὶ τὰς ἑπτὰ ψυχὰς τὰς ταῖς ἑπτὰ σφαίραις ἐποχουμένας· ἢ γὰρ ἀρτίως παραδεδομένη ψύχωσις οὐ τῶν σφαιρῶν ἦν αὐτῶν, ἀλλὰ τῶν ἄστρων τῶν ἡγεμονικὴν ἀξίαν ἐν ταῖς σφαίραις λαχόντων, διὸ καὶ ἐπὶ τῆς ἀπλανοῦς μνησθήσεται τῆς τῶν ἄστρων ψυχώσεως παρεῖς τὴν τῶν ὅλων σφαιρῶν ψύχωσιν, ὡς ἐν τοῖς κύκλοις τῆς ὅλης ψυχῆς περιεχομένην· διὰ γὰρ ἀρχαιότροπον παραδόσεως εἶδος τὴν λεπτουργίαν παραλέλοιπε τῆς ποικίλης ψυχώσεως· ἄλλη γὰρ ἐστὶν ἢ καθόλου ψύχωσις καὶ ἄλλη μετὰ ταύτην ἢ καθόλου μερικὴ καὶ ἄλλη ἢ μερικὴ καθόλου, καὶ τελευταία πασῶν ἢ μερικὴ, καὶ κατὰ πάντα τὰ εἴδη τῆς ψυχώσεως ὁ τε κόσμος ὅλος καὶ αἱ τοῦ κόσμου μερίδες ἐψύχωνται. μήποτε δὲ καὶ τοῦ Σωκράτους ἀκούσας τῇ προτεραίᾳ [rep. X 616Ess] τοὺς περὶ τῶν ψυχώσεων ἐκείνων λεπτουργήσαντος λόγους περιττὴν ὑπέλαβεν αὐτῶν τὴν ἰδίαν ἔργασίαν. ἐκεῖνος γοῦν καὶ τοῖς ὀκτὼ σφονδύλοις ψυχὰς ἐπέστησεν, ὅς ἐκάλεσε Σειρήνας, καὶ πάλιν μίαν τῇ ἀπλανεῖ Μοῖραν καὶ ὅλη τῇ πλανωμένῃ μίαν καὶ ὅλῳ τῷ οὐρανῷ μίαν, τὰς ἰδίας πάντων τούτων ψυχὰς ἀναπλώσας καὶ τὴν ἀπλανὴ διχῶς ψυχώσας, καὶ ὡς κύκλον ἕνα τοῖς ἑπτὰ κύκλοις ἀντιδιηρημένον, καὶ ὡς περιἔχοντα τὸ πλῆθος τῶν ἀπλανῶν καὶ ὄντα κόσμον καὶ αὐτὸν καθολικὸν ἄμα καὶ μερικόν. ταῦτα μὲν οὖν περὶ τῆσδε τῆς ἀπορίας εἰρήσθω. τὸ δὲ ‘πάρεργον’ ποιεῖν τὸν περὶ τῶν ἄστρων λόγον πρόδηλόν ἐστιν, ἐπειδή τὸ προκείμενον ἦν περὶ τοῦ δευτέρου διδάξαι χρόνου, τίς ἐστι καὶ ὅπως ἀποτελεῖται καὶ πόθεν.

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
