# In Platonis Timaeum Commentaria 3.86.1

Proclus, In Platonis Timaeum Commentaria, 3.86.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.86.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.86.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 38DE] ὑστερον· τὰς μὲν γὰρ τῶν πλανωμένων ἰδίας ἀστρῶν ἔχομεν διὰ τῶν προειρημένων περιφορῶν, καὶ μικρὸν δὲ προειληθὸν ἔχει [38 E] περὶ αὐτῶν δεσμοῖς τε ἐμψύχοις δεθέντα ζῷα ἐγεννήθη. μήποτε οὖν ἐν τῇ ὅλῃ ψυχῇ διτοὺς ἀποθέμενος κύκλους καὶ διττὰς περιφοράς συνυφίστησιν αὐτοῖς καὶ διττὰς ψυχάς, τὴν μὲν τῆς ἀπλανοῦς, τὴν δὲ τῆς πλανωμένης ὅλης ὡς μίαν περιφοράς, καὶ αὖ πάλιν ἐν τῇ θάτερα τούς ἐπτά κύκλους λαβὼν ἔχει σὺν αὐτοῖς καὶ τὰς ἐπτά ψυχὰς τὰς ταῖς ἐπτά σφαίραις ἐποχουμένας· ἢ γὰρ ἀορίτως παραδεδομένη ψύχωσις οὐ τῶν σφαιρῶν ἢν αὐτῶν, ἀλλὰ τῶν ἀστρῶν τῶν ἡγεμονικῶν ἀξίαν ἐν ταῖς σφαίραις λαχόντων, διὸ καὶ ἐπὶ τῆς ἀπλανοῦς μνησθήσεται τῆς τῶν ἀστρῶν ψυχώσεως παρεῖς τὴν τῶν ὅλων σφαιρῶν ψύχωσιν, ὡς ἐν τοῖς κύκλοις τῆς ὅλης ψυχῆς περιεχομένην· διὰ γὰρ ἀρχαιότροπον παραδόσεως εἶδος τὴν λεπτουργίαν παραλέλοιπε τῆς ποικίλης ψυχώσεως· ἄλλη γὰρ ἐστὶν ἡ καθόλου ψύχωσις καὶ ἄλλη μετὰ ταύτην ἡ καθόλου μερικὴ καὶ ἄλλη ἡ μερικὴ καθόλου, καὶ τελευταία πασῶν ἡ μερικὴ, καὶ κατὰ πάντα τὰ εἴδη τῆς ψυχώσεως ὁ τε κόσμος ὅλος καὶ αἱ τοῦ κόσμου μερίδες ἐψύχωνται. μήποτε δὲ καὶ τοῦ Σωκράτους ἀκούσας τῇ προτεραίᾳ [rep. X 616Ess] τοὺς περὶ τῶν ψυχώσεων ἐκείνων λεπτουργήσαντος λόγους περιττὴν ὑπέλαβεν αὐτῶν τὴν ἰδίαν ἐργασίαν. ἐκεῖνος γοῦν καὶ τοῖς ὀκτὼ σφονδύλοις ψυχὰς ἐπέστησεν, ὡς ἐκάλεσε Σειρήνας, καὶ πάλιν μίαν τῇ ἀπλανεῖ Μοῖραν καὶ ὅλῃ τῇ πλανωμένῃ μίαν καὶ ὅλῳ τῷ οὐρανῷ μίαν, τὰς ἰδίας πάντων τούτων ψυχὰς ἀναπλώσας καὶ τὴν ἀπλανὴ διχῶς ψυχώσας, καὶ ὡς κύκλον ἕνα τοῖς ἐπτά κύκλοις ἀντιδιηρημένον, καὶ ὡς περιἔχοντα τὸ πλήθος τῶν ἀπλανῶν καὶ ὄντα κόσμον καὶ αὐτὸν καθολικὸν ἄμα καὶ μερικόν. ταῦτα μὲν οὖν περὶ τῆσδε τῆς ἀπορίας εἰρήσθω. τὸ δὲ ‘πάρχερον’ ποιεῖν τὸν περὶ τῶν ἀστρῶν λόγον πρόδηλόν ἐστιν, ἐπειδή τὸ προκείμενον ἦν περὶ τοῦ δευτέρου διδάξαι χρόνου, τίς ἐστι καὶ ὅπως ἀποτελεῖται καὶ πόθεν.

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
