# In Platonis Timaeum Commentaria 3.88.1-2

Proclus, In Platonis Timaeum Commentaria, 3.88.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.88.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.88.1-2

ἀνεκφοίτητος τῶν νοητῶν, ἄλλο δὲ τὸ ζῷον τὸ ἐξηρημένον αὐτῆς, ζωὴν ἔχον ἀπ’ ἐκείνης καὶ εἴδωλον ἐκείνης, <ἐπήνεγκε>· δεσμοῖς τε ἐμψύχοις δεθέντα ζῷα ἐγεννήθη καὶ τὸ προσταχθὲν ἔμαθε· μανθάνει μὲν γὰρ τὴν δημιουργικὴν βούλησιν καὶ νοεῖ τὰ ἔργα τοῦ πατρὸς ἡ θεία ψυχὴ καὶ συναπεργάζεται αὐτῷ τὰ περὶ τὸν κόσμον τῷ νοεῖν ἐκεῖνον καὶ πληροῦσθαι θείων δυνάμεων ἀπ’ αὐτοῦ· οὐ γὰρ ἄλλως δυνατόν ἢ νοῦν ἢ ψυχὴν προνοεῖν τῶν ὅλων ἐξηρημένως ἢ θεότητος μετέξει καὶ δι’ ἐνθέου ζωῆς. τὸ δ’ οὖν συναπεργάζεσθαι τὸν χρόνον δηλοῖ δευτεροργὸν αὐτοὺς εἰληχέναι δύναμιν τῆς τοῦ χρόνου ἀπεργασίας, ὡς τοῦ πατρὸς αὐτῶν τὴν πρωτουργὸν ἔχοντος, <καὶ> ὡς ἐκείνου μὲν τὴν ὁλότητα τοῦ χρόνου γεννήσαντος, τούτων δὲ τὰ μέρη συναποτελούντων, ἐξ ὧν ὁ χρόνος· αἱ γὰρ τούτων περίοδοι μέρη τοῦ παντὸς εἰσι χρόνου, ὡς καὶ αὐτοὶ μέρη τοῦ κόσμου γεγόνασι. δεσμοῖς δὲ ἐμψύχοις δεθὲν ζῷόν ἐστι τὸ ἐμψυχον σῶμα ζωὴν ἔχον ἀπὸ τῆς λαχοῦσης αὐτὸ κατὰ τοὺς δημιουργικοὺς κλήρους ψυχῆς· εἰ γὰρ καὶ ἐφ’ ἡμῶν ἕτερόν ἐστι τὸ ζῷον παρὰ τὸν ἄνθρωπον καὶ ἄλλος μὲν ὁ φαινόμενος Σωκράτης, ἄλλος δὲ ὁ ἀληθινός, πολλῷ δήπου μᾶλλον καὶ ἥλιος καὶ Ζεὺς ἄλλος ἐστὶ καὶ οὐ τὸ ἐκ τοῦ σώματος καὶ τῆς ψυχῆς. τοῦτο γοῦν καὶ ὁ ἐν Φαίδρῳ [246 CD] Σωκράτης ἐπέπληξε τοῖς ἐξ αὐτῆς <τῆς> ψυχῆς καὶ τοῦ σώματος συνιστάσι τὸ θεῖον ζῷον· πλάττομεν γάρ, φησίν, οὔτ’ εἰδότες οὔτε ἰκανῶς νοήσαντες θεόν, ἀθάνατόν τι ζῷον, ἔχον μὲν ψυχήν, ἔχον δὲ σῶμα, τὸν ἀεὶ δὲ χρόνον ταῦτα συμπεφυκότα. καὶ εἰ δεῖ τὸ δοκοῦν λέγειν, πρῶτως μὲν ἐστι[ν ὁ] θεὸς ἢ ἐνὰς ἢ ἐν ἑκάστῳ καὶ <ἡ> ἄρρητος μετουσία τῆς πηγῆς τῶν ὅλων ἐνιαίων ἀριθμῶν, δευτέρως δὲ ὁ νοῦς ὁ μονίμως καὶ ἐνοειδῶς καὶ ἀκλινῶς ἕκαστον συνέχων, τρίτως δὲ ἡ ψυχὴ <ἡ>

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
