# In Platonis Timaeum Commentaria 3.90.1

Proclus, In Platonis Timaeum Commentaria, 3.90.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.90.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.90.1

πόλους ἐστιν ἡ τῶν πλανήτων κίνησις, ἵνα μαθηματικῶς εἴπωμεν· οὐ γὰρ που τὴν τοιαύτην ἀτιμαστέον ἀπόδοσιν τοῖς περὶ τῶν οὐρανίων σωμάτων διαλεγομένοις) ἢ, ὅπερ καὶ ἐποπτικώτερόν ἐστι, τὴν αἰτίαν τῆς γενέσεως καὶ τὴν παράλαξιν τὴν ἐν τοῖς οὐρανίοις προϋπάρχουσαν· μετέχει γὰρ ἡ γένεσις ἑτερότητος μὲν καὶ ποικιλίας ἀπὸ τῆς θάτερου περιφοράς, ταυτότητος δὲ καὶ τοῦ ἀεὶ ὡσαύτως ἀπὸ τῆς ταύτου, καθάπερ φησὶν ὁ Ἀριστοτέλης· εἴτε γὰρ ἡ ταύτου μόνον ἦν, μεταβολὴ καὶ γένεσις οὐκ ἂν ἦν, ἀλλὰ πάντα μονοειδῆ καὶ γενόμενα ἂν ἀεὶ ὡσαύτως διέμενεν, εἴτε ἡ θάτερου, πάντα ἄνιδρυτα καὶ φερόμενα ἂν ὑπῆρχεν. ἵνα οὖν καὶ μονὴ καὶ κίνησις ἢ καὶ τὸ ὅλον τοῦτο, φασίν, ἀμετάβλητος ἢ μεταβολὴ καὶ ἀκίνητος κίνησις, ἀμφοτέρας ἔχει τὰς περιφοράς τὸ πᾶν. καὶ ἡ μὲν ποικιλία τῆς γενέσεως διὰ τὴν θάτερου περιφορὰν ἐφάνη, ἡ δὲ κοινωνία καὶ τὸ ἀμετάβλητον διὰ τὴν ταύτου, τούτων δὲ πάλιν ἡ μὲν διὰ τὸν ταύτου κύκλον τῆς ψυχῆς, ἡ δὲ διὰ τὸν θάτερον, καὶ αὐτῶν δὲ τούτων ὁ μὲν διὰ τὴν ταυτότητα τὴν νοεράν, ὁ δὲ διὰ τὴν ἑτερότητα τὴν δημιουργικήν, καὶ τούτων ἡ μὲν διὰ τὸ πέρας τὸ νοητόν, ἡ δὲ διὰ τὴν ἀπειρίαν. τὸ μὲν οὖν ‘πλάγιον’ τοιόνδε νοείσθω. καὶ ὁρᾷς, ὁποίαν διαφορὰν παραδέδωκε τῆς τε ψυχικῆς θάτερου φορᾶς καὶ τῆς σωματικῆς· τὴν μὲν γὰρ ὀρθήν, τὴν δὲ πλάγιαν ἐκάλεσεν· ἐκείνη μὲν γὰρ ἄχραντός ἐστι καὶ ἀκλινής, αὕτη δὲ προσεχῶς κυβερνᾷ τὴν ποικιλίαν τῶν γεννητῶν καὶ ἀνωμαλίαν ἔχει φαινομένην καὶ θέσιν τοιάνδε καὶ σχέσιν πρὸς τὸ ὅλον. τοιαύτη δὲ οὖσα ἡ θάτερου περιφορὰ διὰ τῆς ταύτου τε εἴσι καὶ κρατεῖται ὑπ’ αὐτοῦ· κινεῖται μὲν γὰρ ὑπὸ τῶν ἀφανῶν αἰτιῶν, κινεῖται δὲ καὶ ὑπὸ τῆς ἀπλανοῦς αὐτῆς, μᾶλλον δὲ δι’ αὐτῆς δυνάμεις ὑποδεχομένη κινητικάς, καὶ κρατεῖται ὑπ’ αὐτῆς, ὅτι περιάγεται κατὰ τὴν αὐτῆς μίαν καὶ ἀπλὴν κίνησιν. καὶ τοῦτο μὲν μαθηματικῶς. ἄλλως δὲ φαίης ἂν κράτος

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
