# In Platonis Timaeum Commentaria 3.92.1-2

Proclus, In Platonis Timaeum Commentaria, 3.92.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.92.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.92.1-2

B ὁ κύκλος πρὸς τὸν κύκλον ὁ χρόνος πρὸς τὸν χρόνον, ὁμοταχὲς ἐστὶ τὸ τὸν ἐλάσσονα καὶ μείζονα διόν. ἀλλὰ μὴν τὸ τὸν ἐλάσσονα κύκλον ἐξ ἀρχῆς διὸν ἐν τῷ ἐξ ἀρχῆς ἐλάττονι διήει. τὸ ἄρα αὐτὸ διάστημα τὸ μὲν ἐν πλείονι, τὸ δὲ ἐν ἐλάσσονι χρόνῳ διέισι. βραδύτερον ἄρα κινεῖται τὸ τὸν ἐλάσσω κύκλον διὸν τοῦ τὸν μείζονα. πάλιν ἐὰν ὁ κύκλος πρὸς τὸν κύκλον ἐλάσσονα ἔχῃ λόγον ἢ ὁ χρόνος πρὸς τὸν χρόνον, βραδύτερόν ἐστι τὸ τὸν μείζονα κύκλον διόν· ἐὰν γὰρ ποιήσῃς ὡς ὁ κύκλος πρὸς τὸν κύκλον, οὕτω τὸν χρόνον πρὸς ἄλλον χρόνον, πρὸς μείζονα ποιήσεις· τὸ γὰρ αὐτὸ πρὸς τὸ μείζον ἐλάσσονα ἔχει λόγον· ὥστε τὸ μείζονα κύκλον διὸν ἐν μείζονι χρόνῳ διελεύσεται τὸν ἐλάσσονα κύκλον ἢ τὸ τὸν ἐλάσσονα διόν. βραδύτερον ἄρα ἐστί. τούτων τοίνυν οὕτως ἔχοντων τὸ μὲν ὅπως ἔχουσι τάχους καὶ βραδυτήτος οἱ πλάνητες, οὐ ζητεῖ νῦν ὁ Πλάτων (δεῖται γὰρ πλείονος ἐπισκέψεως), ὅτι δὴ ἡ ἀποκατάστασις ἄλλη ἄλλων καὶ τῶν μὲν βραδύτερα, τῶν δὲ θάττων, τοῦτο προστίθησι, τοῦ βράδους καὶ τῆς ταχυτήτος ἢ παρὰ τὴν ἀνωμαλίαν τῶν C κινήσεων ἐπιτελουμένων, ἢ, ὅπερ ἀληθέστερον, τῶν <μὲν> ἀστέρων πάντων ὁμοταχῶς φερομένων, τοῦ δὲ κύκλου πρὸς τὸν κύκλον ἔχοντος μείζονα λόγον ἢ τοῦ χρόνου πρὸς τὸν χρόνον. ὅλως δὲ περὶ αὐτῆς τῆς τῶν ἀστρῶν κινήσεως τοσοῦτον εἰδέναι προσῆκεν, οὐχ ὅτι κυλίουται μόνον ἐπὶ τῶν σφαιρῶν (ἄλλοτρία γὰρ ἡ κίνησις αὐτῇ τῶν σφαιρικῶν σωμάτων) οὐδ’ ὅτι μένουσι μόνον (πῶς γὰρ ἔτι τῆς κυκλοφορητικῆς ἔσονται φύσεως;), ἀλλ’ ὅτι καὶ περὶ τὰ ἑαυτῶν κέντρα περιφέρονται μιμούμενοι τὸ πᾶν κατὰ τὴν Πλάτωνος δόξαν, οὐδὲν ὅλως δεόμενοι τῶν παρὰ τοῖς ἀστρονόμοις ἐπισκευαστῶν ὑποθέσεων, ὡς εἴρηται καὶ πρότερον· εἰ γὰρ τοὺς ἀπλανεῖς ἀστέρας οὕτω βούλεται κινεῖσθαι ὁ Πλάτων διὰ τὴν πρὸς τὸ πᾶν μίμησιν, πολλῷ μᾶλλον δώσει τοὺς κοσμοκρατορικὴν καὶ ἡγεμονικὴν ἀξίαν λαχόντας μιμεῖσθαι τὸν ὅλον κόσμον. αὐτοὶ μὲν οὖν κινῶνται περὶ τὰ ἑαυτῶν κέντρα, αἱ δὲ σφαῖραι, ἐν αἷς εἰσιν οἷον κυβερνῶνται

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
