# In Platonis Timaeum Commentaria 3.92.1

Proclus, In Platonis Timaeum Commentaria, 3.92.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.92.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.92.1

B ὁ κύκλος πρὸς τὸν κύκλον ὁ χρόνος πρὸς τὸν χρόνον, ὁμοταχὲς ἐστὶ τὸ τὸν ἐλάσσον καὶ μεῖζον διόν. ἀλλὰ μὴν τὸ τὸν ἐλάσσονα κύκλον ἐξ ἀρχῆς διὸν ἐν τῷ ἐξ ἀρχῆς ἐλάττονι διήκει. τὸ ἄρα αὐτὸ διάστημα τὸ μὲν ἐν πλείονι, τὸ δὲ ἐν ἐλάσσονι χρόνῳ διείσι. βραδύτερον ἄρα κινεῖται τὸ τὸν ἐλάττον κύκλον διὸν τοῦ τὸν μεῖζονα. πάλιν ἐὰν ὁ κύκλος πρὸς τὸν κύκλον ἐλάσσονα ἔχῃ λόγον ἢ ὁ χρόνος πρὸς τὸν χρόνον, βραδύτερόν ἐστι τὸ τὸν μεῖζον κύκλον διόν· ἐὰν γὰρ ποιήσῃς ὡς ὁ κύκλος πρὸς τὸν κύκλον, οὕτω τὸν χρόνον πρὸς ἄλλον χρόνον, πρὸς μεῖζον ποιήσεις· τὸ γὰρ αὐτὸ πρὸς τὸ μεῖζον ἐλάσσονα ἔχει λόγον· ὥστε τὸ μεῖζον κύκλον διὸν ἐν μεῖζονι χρόνῳ διελεύσεται τὸν ἐλάσσονα κύκλον ἢ τὸ τὸν ἐλάσσονα διόν. βραδύτερον ἄρα ἐστὶ. τούτων τοίνυν οὕτως ἔχοντων τὸ μὲν ὅπως ἔχουσι τάχους καὶ βραδυτήτος οἱ πλάνητες, οὐ ζητεῖ νῦν ὁ Πλάτων (δεῖται γὰρ πλείονος ἐπισκέψεως), ὅτι δὲ ἡ ἀποκατάστασις ἄλλη ἄλλων καὶ τῶν μὲν βραδύτερα, τῶν δὲ θάττων, τοῦτο προστίθησι, τοῦ βραδέως καὶ τῆς ταχυτήτος ἢ παρὰ τὴν ἀνωμαλίαν τῶν κινήσεων ἐπιτελουμένων, ἢ, ὅπερ ἀληθέστερον, τῶν ἀστέρων πάντων ὁμοταχῶς φερομένων, τοῦ δὲ κύκλου πρὸς τὸν κύκλον ἔχοντος μεῖζον λόγον ἢ τοῦ χρόνου πρὸς τὸν χρόνον. ὅλως δὲ περὶ αὐτῆς τῆς τῶν ἀστρῶν κινήσεως τοσοῦτον εἰδέναι προσήκεν, οὐχ ὅτι κυλιοῦνται μόνον ἐπὶ τῶν σφαιρῶν (ἄλλοτρία γὰρ ἡ κίνησις αὕτη τῶν σφαιρικῶν σωμάτων) οὐδ’ ὅτι μένουσι μόνον (πῶς γὰρ ἐπὶ τῆς κυκλοφορητικῆς ἔσονται φύσεως;), ἀλλ’ ὅτι καὶ περὶ τὰ ἑαυτῶν κέντρα περιφέρονται μιμούμενοι τὸ πᾶν κατὰ τὴν Πλάτωνος δόξαν, οὐδὲν ὅλως δεόμενοι τῶν παρὰ τοῖς ἀστρονόμοις ἐπισκευαστῶν ὑποθέσεων, ὡς εἴρηται καὶ πρότερον· εἰ γὰρ τοὺς ἀπλανεῖς ἀστέρας οὕτω βούλεται κινεῖσθαι ὁ Πλάτων διὰ τὴν πρὸς τὸ πᾶν μίμησιν, πολλῷ μᾶλλον δώσει τοὺς κοσμοκρατορικὴν καὶ ἡγεμονικὴν ἀξίαν λαχόντας μιμεῖσθαι τὸν ὅλον κόσμον. αὐτοὶ μὲν οὖν κινήσονται περὶ τὰ ἑαυτῶν κέντρα, αἱ δὲ σφαῖραι, ἐν αἷς εἰσιν οἷον κυβερνῶνται

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
