# In Platonis Timaeum Commentaria 3.94.1-2

Proclus, In Platonis Timaeum Commentaria, 3.94.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.94.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.94.1-2

βασιν, ἀλλ’ ἐπὶ τὰ ἑπόμενα. τοῦτο δὴ καὶ ὁ Ἀθηναῖος Ξένος [leg. VII 822B] ἐπέπληξε τοῖς πολλοῖς καὶ ἀστρονομίας ἀπειροῖς· αἰσχρὸν γάρ, φησίν, εἰ μὲν στάδιον ἐθεωροῦμεν, τὸ μὴ εἰδέναι τὸν θάττον καὶ βραδύτερον καὶ τὸν οἴομενον τὸν θάττον δρομεὰ βραδύτερον ἄτοπον οἴεσθαι, τὰ δὲ ὄντως Ὀλύμπια ὁρῶντας ἄγνοεῖν τὴν τε θάττω καὶ βραδυτέραν περίοδον δι’ ἀπειρίαν ἀστρονομίας· τὰ γὰρ τάχιστα περιιόντα ὑπὸ τῶν βραδύτερον περιόντων φαίνεται καταλαμβάνεσθαι, καίτοι γε αὐτὰ καταλαμβάνοντα· τοῖς <γὰρ> πρὸς τὴν ἰδίαν αὐτῶν κίνησιν ἀποβλέπειν δυναμένοις ἐπικρατοῦσα ἢ ταῦτοῦ φορὰ τὸ ἔγγύτατα αὐτῆς τάχιστον φαίνεσθαι ποιεῖ. ἔστι δὲ ἔγγύτατα αὐτῆς τὸ ἐπ’ ἑλαττον ἀφιστάμενον αὐτῆς· ἔστωσαν γὰρ πρὸς τῇ καρδίᾳ τοῦ λέοντος, εἰ τύχοιεν, σελήνη καὶ Κρόνος, ἢ δὲ σελήνη τὴν ἰδίαν αὐτῆς κινουμένη κίνησιν ἀφίσταται τοῦ ἀπλανοῦς ἀστέρος, ὁ δὲ Κρόνος ἐν πολλαῖς νυξὶν ὁρᾶται περὶ τὸν αὐτὸν τόπον. ὁ μὲν οὖν ἀστρονομικὸς οἶδεν, ὅτι θάττον ἀπέστη ἢ σελήνη διὰ τὴν ἐπὶ τὰ ἑπόμενα τῆς καρδίας κίνησιν· ὁ δὲ πολὺς οἴεται καὶ τὴν σελήνην καὶ τὸν Κρόνον ἐπὶ τὰ αὐτὰ τῷ παντὶ κεκινημένους ἀποκαταστῆναι μὴ τὸν αὐτὸν τρόπον, ἀλλὰ τὸν μὲν ὡς θάττον ἐπὶ τὴν δύσιν πρότερον ἐλθεῖν, τὴν δὲ ὡς βραδυτέραν ὑπολειφθῆναι καὶ μὴ προτέραν ἐπὶ τὸ δυτικώτερον ἐλθεῖν. οὕτω μὲν οὖν κατὰ τὴν τῶν πολλῶν ὑπόνοιαν. ἔστι δὲ ὅπη καὶ τοῦτο ἀληθές (λέγω δὴ τὸ θάττονα τὸν Κρόνον εἶναι), εἴπερ, ὡς προεῖρηται [p. 75, 25 ss], μείζων ὁ τοῦ κύκλου τοῦ Κρονίου λόγος πρὸς τὸν κύκλον <τὸν σελήνιακόν> ἢ ὁ τοῦ χρόνου πρὸς τὸν χρόνον τῆς ἀποκαταστάσεως· τὸ γὰρ ἔγγυτέρω τῆς ἀπλανοῦς ἔσται θάττον διὰ τοὺς προειρημένους λόγους. ἀλλὰ τί τὸ ‘στρέφειν ἕλικα διὰ τὸ διχῇ κατὰ τάναντία ἅμα προῖέναι’ καὶ πῶς ἐναντίωσιν ἐπὶ τῆς κυκλικῆς παραδεξόμεθα κινήσεως; οὔτε γὰρ τοῦτο αἴτιον τῆς ἕλικος, τὸ δύο φέρεσθαι φορὰς τῶν

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
