# In Platonis Timaeum Commentaria 3.95.1-2

Proclus, In Platonis Timaeum Commentaria, 3.95.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.95.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.95.1-2

πλανήτων ἕκαστον, ἀλλὰ τὸ ἐπὶ λοξοῦ κινεῖσθαι κύκλον πρὸς τὸν ἰσημερινόν (αὐτίκα εἰ τις ὑπόθοιτο τὸν ἥλιον ἐπὶ τοῦ ἰσημερινοῦ κινεῖσθαι τῷ παντὶ τὴν ἐναντίαν, ἕλιξ οὐκ ἔσται καίτοι τῆς ἀντιπεριφορᾶς γιγνομένης), οὔτε τὸ ἐναντίαν εἶναι τῇ κύκλῳ κινήσει κίνησιν ἄλλην προσδεκτέον ἀπλῶς· πολλοὶ γὰρ καὶ καλοὶ πρὸς ταύτην λόγοι τὴν δόξαν καταβεβλημένοι τυγχάνουσι. μήποτε οὖν τὸ μὲν διχῇ κατὰ τἀναντία προῖέναι τοιοῦτόν ἐστιν, οὐ μόνον τὸ ἅμα κινεῖσθαι πρὸς ἀνατολὰς καὶ δύσεις, ἀλλὰ καὶ κατὰ πλάτος καὶ κατὰ βάθος, προσγειοτέρους ἢ ἀπογειοτέρους γιγνομένους καὶ βορειοτέρους ἢ νοτιωτέρους· αὗται γὰρ αἱ δύο κινήσεις τὴν ἕλικα ποιοῦσι μετὰ τῆς τοῦ παντὸς φορᾶς. καὶ ἔστι καὶ ἡ ἕλιξ πρέπουσα τοῖς πλανωμένοις μέσοις οὐσι τῶν τε ἀπλανῶν καὶ τῶν ὑπὸ σελήνην, τῶν μὲν κατὰ μόνον κύκλον κινουμένων, τῶν δὲ εὐθυπορουμένων, καθάπερ αὐ τοῖς κατὰ φύσιν ἔστι μέσοις οὐσι τούτων τὸ καὶ ἄνωμάλως κινεῖσθαι καὶ ὁμαλῶς κατὰ τε μήκος καὶ πλάτος καὶ βάθος, ἵνα καὶ τῶν μεθ’ ἑαυτοὺς παντοίως κινουμένων τὰ παραδείγματα ἔχωσι καὶ τῶν πρὸ αὐτῶν τὸ μονοειδὲς μιμῶνται διὰ τῆς κυκλήσεως. ταῦτα μὲν οὖν δῆλα παντὶ. τὸ δὲ ἐναντίωσιν εἶναι καὶ ἐν οὐρανῷ τὴν προϋπάρχουσαν τῶν ἐναντίων ἐν τῇ θάτερου περιφορᾷ οὐδὲν θαυμαστόν, ὅπου καὶ ἐν τοῖς γένεσι τοῦ ὄντος ἐναντίωσιν εἶναι φαμεν ταυτότητος καὶ ἑτερότητος, κινήσεως καὶ στάσεως, καὶ ἐν αὐταῖς ταῖς τούτων ἀρχαῖς πέρατος καὶ ἀπειρίας· καὶ γὰρ ταῦτα [τὰ] ἐναντία, διότι ἐν τοῖς πέρασιν αὐτῶν ἔστι τις μάχη καὶ διάστασις, κἂν αὐτὰ μετ’ ἀλλήλων ἀεὶ τὴν τοῦ ποιεῖν ἔχῃ δύναμιν. οὐδὲν οὖν θαυμαστὸν εἶναί τινα καὶ ἐν οὐρανῷ κινήσεών τινων ἐναντίωσιν· καὶ γὰρ οὐ ταῦτα λαμβάνει νῦν ἐναντία τὰ μαχόμενα πρὸς ἀλλήλα καὶ φθαρτικὰ ἀλλήλων (ἕνυλα γὰρ καὶ μεριστά ἐστι ταῦτα), ἀλλ’ ἀπλῶς τὰ τῶν ἐναντίων ποιητικὰ καὶ τὰ πλεῖστον ἀπέχοντα ἀπ’ ἀλλήλων

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
