# In Platonis Timaeum Commentaria 3.98.1-2

Proclus, In Platonis Timaeum Commentaria, 3.98.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.98.1-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/3.98.1-2

ἀριθμοῦ γένεσιν καὶ μέτρων, οἷς ἔστι προσῆκον τούτων μετασχεῖν· τὰ μὲν γὰρ ἄλογα τούτων ἄμοιρα, δαιμόνων δὲ γένη παρακολουθοῦντα ταῖς τῶν θεῶν περιόδοις καὶ ἄνθρωποι τῆς τούτων τυγχάνουσι μετουσίας. ἄνωθεν οὖν ἀπὸ τῶν ὅλων ἀρξαμένη κάτεισιν ἄχρι τῶν μερῶν ἢ τοῦ ἡλίου χορηγία τῶν ἀγαθῶν διὰ τοῦ φωτός, καὶ εἰ ἀπὸ τῶν ἐμφανῶν ὁρμώμενος ἐθέλοις καὶ τὰ ἄφανῃ λέγειν, ἀπολαμπρύνει μὲν τὸν κόσμον ὅλον καὶ θεῖον ποιεῖ τὸ σωματοειδὲς καὶ ὅλον δι’ ὅλου ζωῆς πεπληρωμένον, ἄγει δὲ τὰς ψυχὰς διὰ τοῦ ἄχράντου φωτὸς καὶ ἄχραντον αὐταῖς ἐνδίδωσι δύναμιν ἄναγωγὸν καὶ ταῖς ἀκτίσι ταῖς ἑαυτοῦ κυβερνᾷ τὸν κόσμον, πληροῖ δὲ τὰς ψυχὰς τῶν ἐμπυρίων καρπῶν· ἔστι γὰρ ἢ τοῦ ἡλίου τάξις ἄνωθὲν ποθὲν ἀπὸ τῶν ὑπερκοσμίων ἥκουσα. διὸ καὶ ὁ Πλάτων οὐκ ἐντευθὲν ποθὲν συνέστησε τὸ φῶς, ἀλλ’ ἄνάφαι φησὶν αὐτὸ τὸν δημιουργόν, ὡς ἀπὸ τῆς ἑαυτοῦ οὐσίας ὑποστήσαντα τὴν σφαῖραν ταύτην καὶ ἀπὸ τῆς ἠλιακῆς πηγῆς προβαλόντα ζωὴν διαστάσαν καὶ νενοωμένην, ὃ δὴ καὶ περὶ τῶν ὑπερκοσμίων στερεωμάτων οἱ θεολόγοι φασί. καὶ διὰ τοῦτό μοι δοκεῖ καὶ διττὴν παραδοῦναι τοῦ ἡλίου γένεσιν, μίαν μὲν ὁμοῦ τοῖς ἐπτὰ κοσμοκράτοσιν, ὅτε σώματα αὐτῶν ἐπλάττε καὶ ἐνετίθει ταῖς περιφοραῖς, ἑτέραν δὲ τὴν τοῦ φωτὸς ἐξαφιν, καθ’ ἣν ὑπερκοσμίου δυνάμεως αὐτῷ μεταδίδωσιν· ἄλλο γὰρ ἔστιν αὐτὸν καθ’ ἑαυτὸν τὸν ὄγκον ἀπογεννᾶν, ἄλλο μετὰ τῆς ἡγεμονικῆς ἰδιότητος, δι’ ἣν βασιλεύς καλεῖται τοῦ ὁρατοῦ παντὸς καὶ ἀνὰ λόγον ἵσταται πρὸς τὴν μίαν τῶν ἀγαθῶν πηγὴν· ὡς γὰρ ἐκεῖνο τοῦ νοητοῦ κρεῖττον ὃν καταλάμπει τὸν τε νοῦν καὶ τὸ νοητόν, οὕτως ὁ ἥλιος τοῦ ὁρατοῦ κρεῖττων ὑπάρχων καταλάμπει τὸ τε ὁρατὸν καὶ τὴν ὄψιν. εἰ δὲ ἐπέκεινα τοῦ ὁρατοῦ ἐστιν, ὑπερκόσμιον ἂν ἔχοι φύσιν· ὁ γὰρ κόσμος ὁρατὸς τε καὶ ἅπτός ἐστι καὶ σῶμα ἔχων. διχῶς ἄρα θεωρήσομεν τὸν ἥλιον, καὶ ὡς ἕνα τῶν ἐπτὰ καὶ ὡς

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
