# Institutio Physica 2.16

Proclus, Institutio Physica, 2.16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/institutio-physica/2.16
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/institutio-physica/2.16

16. Ὁ χρόνος συνεχής ἐστι καὶ ἀίδιος. Εἰ γὰρ μὴ συνεχὴς μηδ’ ἀίδιος, ἔχει τινὰ ἀρχήν. ἔστω οὖν ὁ ΑΒ χρόνος, καὶ ἔστω αὐτοῦ ἀρχὴ τὸ Α. τὸ δὲ δὴ Α εἰ μὲν χρόνος ἐστί, διαιρετὸς ἔσται, καὶ οὕπω ἂν ἔχοιμεν τοῦ χρόνου τὴν ἀρχήν, ἀλλ’ ἔσται τῆς ἀρχῆς ἄλλη ἀρχή· εἰ δὲ τὸ νῦν εἴη τὸ ἀμερές, ἔσται τὸ αὐτὸ καὶ πέρας ἄλλου χρόνου· τὸ γὰρ νῦν οὐ μόνον ἀρχή ἐστιν ἀλλὰ καὶ τέλος· ἦν ἄρα πρὸ τοῦ Α χρόνος. πάλιν εἰ τὸ Β ἐστὶ πέρας τοῦ χρόνου, εἰ μὲν χρόνος τὸ Β, ἐπ’ ἄπειρον διαιρεῖται, καὶ ἔσται πλεῖστα πέρατα ἐν αὐτῷ. εἰ δὲ τὸ νῦν, τὸ αὐτὸ καὶ ἀρχὴ ἔσται· τὸ γὰρ νῦν οὐ πέρας ἐστὶ μόνον ἀλλὰ καὶ ἀρχή. Ἄλλως. Ἔστω χρόνος ὁ ΑΒ. εἰ οὖν μὴ ἀίδιος, ἀρχὴν ἔχει καὶ τέλος. εἰ δὲ τοῦτο, ποτὲ ὂν ἔσται καὶ ποτὲ μὴ ὄν. τὸ δὲ ποτὲ ὂν καὶ ποτὲ μὴ ὂν ἐν χρόνῳ ἔστι τε καὶ οὐκ ἔστιν· ὁ ἄρα χρόνος ἐν χρόνῳ ἔσται.

---

Proclus Phil., Institutio Physica. Text: Open Greek Corpus, from Greek Wikisource, CC BY-SA 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://opengreek.org/read/ogc003049.
