# Institutio Theologica 100

Proclus, Institutio Theologica, 100. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/institutio-theologica/100
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/institutio-theologica/100

Πᾶσα μὲν σειρὰ τῶν ὅλων εἰς ἀμέθεκτον αἰτίαν καὶ ἀρχὴν ἀνατείνεται, πάντα δὲ τὰ ἀμέθεκτα τῆς μιᾶς ἐξέρχεται τῶν πάντων ἀρχῆς· εἰ γὰρ ἑκάστη σειρὰ ταυτὸν τι πέπονθεν, ἐστὶ τι ἐν ἑκάστη ἡγεμονοῦν, τὸ τῆς ταυτότητος αἴτιον· ὡς γὰρ τὰ ὄντα πάντα ἀφ’ ἑνός, οὕτω καὶ πᾶσα σειρὰ ἀφ’ ἑνός. Πᾶσαι δὲ αἱ ἀμέθεκτοι μονάδες εἰς τὸ ἓν ἀνάγονται· διότι πᾶσαι τῷ ἑνὶ ἀνάλογον. Ἡ οὖν ταυτὸν τι καὶ αὗται πεπόνθασιν τὴν πρὸς τὸ ἓν ἀναλογίαν, ταύτη εἰς τὸ ἓν αὐταῖς ἢ ἀναγωγὴ γίνεται· καὶ ἢ μὲν ἀπὸ τοῦ ἑνὸς πᾶσαι, οὐδεμία τούτων ἀρχὴ ἐστιν, ἀλλ’ ὡς ἀπ’ ἀρχῆς ἐκείνης· ἢ δὲ ἑκάστη ἀμέθεκτος, ταύτη ἀρχὴ ἑκάστη. Τινῶν οὖν ἀρχαὶ εἰσι τῆς πάντων ἀρχῆς ἐξέρχονται· πάντων γὰρ ἀρχὴ ἐστιν, ἥς πάντα μετείληφεν. Μετεῖληφε δὲ πάντα μόνον τοῦ πρώτου· τῶν δὲ ἄλλων οὐ πάντα, ἀλλὰ τινά. Διὸ καὶ τὸ ἀπλῶς πρῶτον ἐκεῖνο, τὰ δὲ ἄλλα πρὸς τινα μὲν τάξιν ἐστὶ πρῶτα, ἀπλῶς δὲ οὐ πρῶτα.

---

Proclus Phil., Institutio Theologica. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003050.
