# Institutio Theologica 20

Proclus, Institutio Theologica, 20. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/institutio-theologica/20
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/institutio-theologica/20

Πάντων σωμάτων ἐπέκεινά ἐστιν ἡ ψυχῆς οὐσία καὶ πασῶν ψυχῶν ἐπέκεινα ἡ νοερὰ φύσις, καὶ πασῶν τῶν νοερῶν ὑποστάσεων ἐπέκεινα τὸ ἓν. Πᾶν γὰρ σῶμα κινητὸν ἐστὶν ὑφ’ ἑτέρου, κινεῖν δὲ ἑαυτὸ οὐ δύναται, ἀλλὰ ψυχῆς μετουσία κινεῖται ἐξ αὐτοῦ, καὶ διὰ ψυχὴν, καὶ παρούσης μὲν ψυχῆς αὐτοκίνητόν τι ἐστίν, ἀπούσης δὲ ἐτεροκίνητον, ὡς ταύτην ἔχον καὶ αὐτὸ τὴν φύσιν, καὶ ὡς ψυχῆς αὐτοκίνητον οὐσίαν λαμβάνουσα. Λ' Ὡς γὰρ ἂν παραγέννηται, τούτῳ μεταδίδωσιν αὐτῆς τῆς κινήσεως. Οὐ δὲ μεταδίδωσιν αὐτῷ τῷ εἶναι, τοῦθ’ ἥκιστα πολλῷ πρότερον αὐτὴ ἐστίν. Ἐπέκεινα ἄρα σώματός ἐστιν, ὡς αὐτοκίνητος κατ’ οὐσίαν, τῶν κατὰ μέρος αὐτοκινήτων γινομένων. Πάλιν δὲ ἡ ψυχὴ κινουμένη ὑφ’ ἑαυτῆς δευτέραν ἔχει τάξιν τῆς ἀκινήτου φύσεως καὶ κατ’ ἐνέργειαν ἀκινήτου ὑφεστῶσης. Διὸ πάντων μὲν τῶν κινουμένων ἤρεῖται τὸ αὐτοκίνητον, πάντων δὲ τῶν κινούντων τὸ ἀκίνητον. Εἰ οὖν ἡ ψυχὴ κινουμένη ὑφ’ ἑαυτῆς τὰ ἄλλα κινεῖ, δεῖ πρὸ αὐτῆς εἶναι τὸ ἀκινήτως κινοῦν. Νοῦς δὲ κινεῖ, ἀκίνητος ὢν, καὶ ἀεὶ κατὰ τὰ αὐτὰ ἐνεργῶν. Καὶ γὰρ ἡ ψυχὴ διὰ νοῦν μετέχει τοῦ ἀεὶ νοεῖν, ὥσπερ σῶμα διὰ ψυχὴν τὸ ἑαυτὸ κινεῖν. Εἰ γὰρ τὴν ἐν ψυχῇ τὸ ἀεὶ νοεῖν πρῶτως, πάσαις ἂν ὑπῆρχε ψυχαῖς, ὥσπερ καὶ τὸ ἑαυτὴν κινεῖν. Οὐχ ἄρα τῇ ψυχῇ τοῦτο ὑπάρχει πρῶτως· δεῖ ἄρα πρὸ αὐτῆς εἶναι τὸ πρῶτως νοητικόν· πρὸ τῶν ψυχῶν ἄρα ὁ νοῦς. Ἀλλὰ μὴν καὶ πρὸ τοῦ νοῦ τὸ ἓν, νοῦς γὰρ εἰ καὶ ἀκίνητος, ἀλλ’ οὐχ ἓν· νοεῖ γὰρ ἑαυτόν, καὶ ἐνεργεῖ περὶ ἑαυτόν, καὶ τοῦ μὲν ἑνὸς πάντα μετέχει τὰ ὅποια <note>ἕκαστερον ἄνδον, μηδὲ τὸ δὲ δευ- τέρι τὸ μέν μὲν καθ’ ποιούν, οὐχ ἂν τῷ πρὸς τῷ μέν εἶναι διδομένον εἴται. εἰ τῶν ὅν- σιν τετα- μη πασίν ὡς οὐχ ἤν μέν πρώ- χουσιν· τὸ ὡτως οὐδὲ ἀλλαχό- ζης οὐσία, αὶ πασῶν Πάν γὰρ τὸ οὐ πέ- ὑ, καὶ ζῇ ητόν πώς χον καθ’ ύσίαν λα- σιν αὐτο- αι, τοῦτο σωμάτων μέθεξιν κινομένη φύσεως αὐτοκί- Εἰ οὖν δεῖ πρὸ νεί, ἀκί- Καὶ γὰρ τερ σῶμα τάσαις ἂν Οὐχ ἄρα εἶναι τὸ ἂρ εἰ καὶ ἐνεργεῖ ὅπως-</note> οὐν ὄντα, τοῦ δὲ νοῦ οὐ πάντα. Οἷς γὰρ παρῆ νοῦς μετουσία, ταῦτα γνώσεως ἀνάγκη μετέχειν· διότι ἡ νοερὰ γνῶσις ἐστὶν ἀρχὴ καὶ αἰτία πρώτη τοῦ γινώσκειν· ἐπέκεινα ἄρα τὸ ἓν τοῦ νοῦ. Καὶ οὐκέτι τοῦ ἑνὸς ἄλλο ἐπέκεινα. Ταὐτὸν γὰρ ἓν καὶ τἀγαθόν· τἀγαθὸν δὲ ἀρχὴ πάντων, ὡς δέδεικται.

---

Proclus Phil., Institutio Theologica. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003050.
