# Institutio Theologica 74

Proclus, Institutio Theologica, 74. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/institutio-theologica/74
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/institutio-theologica/74

Πᾶν μὲν εἶδος ὅλον τί ἐστιν· ἐκ γὰρ πλειόνων ὑφέστηκεν, ὧν ἕκαστον συμπληροῖ τὸ εἶδος· οὐ πᾶν δὲ ὅλον εἶδος. Καὶ γὰρ τὸ τι καὶ ἄτομον ὅλον μὲν ἐστιν, ἤ ἄτομον εἶδος δὲ οὐχ ἐστίν· πᾶν γὰρ ὅλον ἐστὶ τὸ ἐκ μερῶν ὑφεστώς, εἶδος δὲ, τὸ εἰς πλεῖω τὰ καθἕκαστα εἴδη τεμνόμενον. Ἄλλο ἄρα τὸ ὅλον, καὶ ἄλλο τὸ εἶδος, καὶ τὸ μὲν ὑπάρχει πλείοσι, τὸ δὲ ἐλάττοσιν. Ὑπὲρ τῶν εἴδη ἄρα τῶν ὄντων ἐστὶ τὸ ὅλον· ἐκ δὴ τούτων φανερὸν ὅ, τι τὸ ὅλον· ἐκ δὴ τούτων φανερὸν, ὅτι τὸ ὅλον μέσην ἔχει τάξιν τοῦ τε ὄντος καὶ τῶν εἰδῶν. Ὡς ἐπεταί τὸ καὶ πρὸ τῶν εἰδῶν ὑφεστάναι τὸ ὄν καὶ τὰ εἴδη ὄντα εἶναι, μὴ μέντοι πᾶν ὄν, εἶδος. Ὧθεν καὶ ἐν τοῖς αποτελέσμασιν αἱ στερήσεις ὄντα μὲν πῶς εἰσιν, εἴδη δ' οὔκετι εἰσί, διὰ τὴν ἐνιαίαν τοῦ ὄντος δύναμιν, καὶ αὐταὶ καταδεξάμεναι τινὰ ἀμυδρὰν ἔμφασιν.

---

Proclus Phil., Institutio Theologica. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003050.
