# Institutio Theologica 80

Proclus, Institutio Theologica, 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/institutio-theologica/80
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/institutio-theologica/80

Πᾶν σῶμα πάσχειν καθ’ αὐτὸ πέφυκε· πᾶν δὲ ἀσώματον ποιεῖν. Τὸ μὲν ἐνδρανές ὅν καθ’ αὐτὸ πάσχειν, τὸ δὲ ἐμπαθές. Πάσχει δὲ καὶ τὸ ἀσώματον διὰ τὴν πρὸς σῶμα κοινωνίαν· ὡς δύναται, ποιεῖ καὶ τὰ σώματα διὰ τὴν τῶν ἀσωμάτων μετουσίαν. Τὸ μὲν γὰρ σῶμα, ἢ σῶμα, διαιρετόν ἐστι μόνον καὶ ταύτῃ παθητόν, πάντῃ ὅν μεριστόν, καὶ πάντα εἰς ἄπειρον. Τὸ δὲ ἀσώματον, ἁπλοῦν ὅν, ἁπλῶς ἐστίν· οὔτε γὰρ διαιρεῖσθαι δύναται τὸ ἄμερές, οὔτε ἀλλοιοῦσθαι τὸ μὴ σύνθετον. Ἡ οὖν οὐδὲν ἔσται ποιητικόν, ἢ τὸ ἀσώματον, εἰπερ τὸ σῶμα, καθὸ σῶμα, οὐ ποιεῖ, πρὸς τὸ διαιρεῖσθαι μόνον καὶ πάσχειν ἐκκείμενον. 20 Ἐπεὶ καὶ πᾶν τὸ ποιῶν δύναμιν ἔχει ποιητικήν, ὥστε οὐ καθὸ σῶμα ποιήσει, ἀλλὰ κατὰ τὴν τοῦ ποιητικοῦ ἐν αὐτῷ δύναμιν· ἀποιοῦν δὲ καὶ ἀδύναμον τὸ σῶμα καθ’ αὐτὸ μεθεῖζει ἄρα δυνάμεως ποιεῖ, ὅταν ποιῇ. Καὶ μὴν καὶ τὰ ἀσώματα παθῶν μετέχει, ἐν σώμασι γενομένα, συνδιαιρούμενα σώμασι, καὶ ἀπολαύοντα τῆς μεριστῆς ἐκείνων φύσεως, ἄμερῆ ὄντα κατὰ τὴν ἑαυτῶν οὐσίαν.

---

Proclus Phil., Institutio Theologica. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003050.
