# Institutio Theologica 86

Proclus, Institutio Theologica, 86. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/institutio-theologica/86
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/institutio-theologica/86

Πάν τὸ ὄντως ὂν τῷ ὄντι ἀπειρόν ἐστιν, οὔτε κατὰ τὸ πλήθος, οὔτε κατὰ τὸ μέγεθος, ἀλλὰ κατὰ τὴν δύναμιν μόνην. Πάν μὲν γὰρ ἀπειρον ἢ ἐν ποσῷ ἐστιν, ἢ ἐν πλήθει, ἢ ἐν δυνάμει. Τὸ δὲ ἀεὶ ὂν, ἀπειρον μὲν, ὡς ἀσθεστον ἔχον τὴν ζωὴν, καὶ τὴν ὑπαρξιν ἀνέκλειπτον, καὶ τὴν ἐνέργειαν ἀνελάττωτον· οὔτε δὲ διὰ μέγεθός ἐστιν ἀπειρον· ἀμέγεις γὰρ τὸ ὄντως ὂν αὐθυποστάτως ὂν· πᾶν γὰρ τὸ αὐθυποστάτως ὂν ἄμερές ἐστι καὶ ἄπλοῦν. Οὔτε διὰ πλήθος· ἐνοειδέστατον γάρ, ὥσε ἐγγυτάτω τοῦ ἑνὸς τεταγμένον, καὶ τῷ ἑνὶ συγγενέστατον. Ἀλλὰ κατὰ δύναμιν ἀπειρον ἔχειν· διὸ κατὰ ταὐτὸν ἄμερές ἐκεῖνο καὶ ἀπειρον· καὶ ὅσω δὴ μᾶλλον ἐν καὶ μᾶλλον ἄμερες, τοσοῦτω καὶ ἀπειρον μᾶλλον. Ἡ γὰρ μεριζομένη δύναμις ἀσθενὴς ἤδη καὶ πεπερασμένη, καὶ εἰ γε πάντη μερισται δυνάμεις πεπερασμέναι πάντως εἰσίν· αἱ γὰρ ἐσχάται καὶ πορώταται τοῦ ἑνὸς, διὰ τὸν μερισμὸν πεπερασμέναι πῶς εἰσιν. Αἱ δὲ πρώται, διὰ τὴν ἀμέρειαν, ἀπειροί· ὁ μὲν γὰρ μερισμὸς διαφορεῖ καὶ ἐκλύει τὴν ἑκάστου δύναμιν· ἡ δὲ ἀμέρεια σφίγγουσα καὶ συσπειρῶσα ἀνέκλειπτον αὐτὴν καὶ ἀνελάττωτον ἐν ἑαυτῇ συνέχει. Ἀλλὰ μὴν ἡ κατὰ μέγεθος ἀπειρία, καὶ ἡ κατὰ πλήθος, στέρησίς ἐστι πάντη τῆς ἀμερείας καὶ ἀπότωσις· ἐγγυτάτω μὲν γὰρ τοῦ ἀμεροῦς τὸ πεπερασμέ- νον, πορρωτάτω δὲ τὸ ἄπειρον, πάντα τοῦ ἑνὸς ἐχθρὸς ἕκαστος. Οὐχ ἄρα τὸ κατὰ δύναμιν ἄπειρον ἐν ἀπείρῳ κατὰ πλήθος ἐστὶν ἢ μέγεθος, εἴπερ ἡ μὲν ἄπειρος δύναμις τῇ ἀμερεῖα συνέστι· τὸ δὲ πλήθει ἢ μεγέθει ἄπειρον πορρωτάτω τοῦ ἀμεροῦς ἐστιν. Εἰ οὖν τὸ ὂν μεγέθει ἢ πλήθει ἄπειρον, οὐχ ἂν ἀπειροδύναμον ἦν· ἄλλ’ ἂν μὴν ἀπειροδύναμόν ἐστιν· οὐχ ἄρα κατὰ πλήθος ἐστὶν ἢ μέγεθος.

---

Proclus Phil., Institutio Theologica. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003050.
