# Institutio Theologica 92

Proclus, Institutio Theologica, 92. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/institutio-theologica/92
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/institutio-theologica/92

Πᾶν τὸ πλῆθος τῶν ἀπειρῶν δυνάμεων μιᾶς ἐξήτται τῆς πρώτης ἀπειρίας, ἥτις οὐχ ὡς μετεχομένη δύναμίς ἐστιν, οὔδ' ἐν τοῖς δυναμένοις ὑπέστηκεν, ἀλλὰ καθ' αὐτήν, οὐ τινος οὖσα δύναμις τοῦ μετέχοντος, ἀλλὰ πάντων αἰτία τῶν ὄντων· εἰ γὰρ καὶ τὸ ὂν αὐτὸ τὸ πρῶτον ἔχει δύναμιν, ἀλλ' οὐχ ἐστίν ἡ αὐτοδύναμις· ἔχει γὰρ καὶ πέρας. Ἡ δὲ πρώτη δύναμις ἀπειρία ἐστίν· αἱ γὰρ ἀπειροὶ δυνάμεις διὰ μετουσίαν ἀπειρίας ἀπειροί. 10 Ἡ οὖν αὐτοαπειρία πρὸ πασῶν ἔσται δυνάμεων, δι' ἧν καὶ τὸ ὂν ἀπειροδύναμον, καὶ πάντα μετέσχεν ἀπειρίας· οὔτε γὰρ τὸ πρῶτον ἢ ἀπειρία (μέτρον γὰρ πάντων ἐκεῖνο, τἀγαθὸν ὑπάρχον καὶ ἕν) οὔτε τὸ ὂν ἀπειρον γὰρ τοῦτο, ἀλλ' οὐχ ἀπειρία. Μεταξὺ ἄρα 11 τοῦ πρώτου καὶ τοῦ ὄντος ἢ ἀπειρία πάντων αἰτία τῶν ἀπειροδυνάμων, καὶ αἰτία πάσης τῆς ἐν τοῖς οὖσιν ἀπειρίας.

---

Proclus Phil., Institutio Theologica. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003050.
