# Institutio Theologica 93

Proclus, Institutio Theologica, 93. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/institutio-theologica/93
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/institutio-theologica/93

Πᾶν τὸ ἀπειρον ἐν τοῖς οὖσιν οὔτε τοῖς ὑπερκειμένοις ἀπειρόν ἐστιν οὔτε ἑαυτῷ· ᾧ γὰρ ἀπειρον ἕκαστον, τούτῳ καὶ ἀπερίγραφον ὑπάρχει. Πᾶν δὲ ἐν ἐκείνοις ἑαυτῷ τε ὁρίζεται καὶ τοῖς πρὸ αὐτοῦ πᾶσι. Μόνις δὴ λείπεται τοῖς καταδεεστέροις ἀπειρον εἶναι τὸ ἐν ἐκείνοις ἀπειρον, ᾧν ὑπερήπλωται τῇ δυνάμει τοσσούτοις, ὥστε πᾶσιν αὐτοῖς ἀπερίληπτον ὑπάρχειν· κἂν γὰρ ἐφ' ὅσονοῦν ἐκεῖνο πρὸς αὐτὸ ἀνατείνηται, ἀλλ' ἔχει τι πάντως ἀπ' αὐτῶν ἐξηρημένον· κἂν εἰς πάντα εἰς αὐτό, ἀλλ' ἔχει τι κρύφιον τοῖς δευτέροις καὶ ἀκατάληπτον. Κἂν ἐξελίττη τὰς ἐν αὐτῷ δυνάμεις, ἀλλ' ἔχει τι δι' ἧν ἄνωσιν ἀνυπέρβλητον, συνεσπειραμένον, ἐχθεδηχὸς τῶν ἐκείνων ἀνελέξεως· ἑαυτὸ δὲ συνέχον καὶ ὁρίζον οὐκ ἐν ἑαυτῷ ἀπειρον ὑπάρχει, οὔδ' πολλῷ μᾶλλον τὰς ὑπερκειμένοις, μοῖραν ἔχον τῆς ἐν ἐκείνοις ἀπειρίας· ἀπειρότεραι γὰρ αἱ τῶν ὀλιχωτέρων δυνάμεις, ὀλιγώτεραι οὖσαι καὶ ἐγγυτέρω τεταγμένας τῆς πρώτης ἀπειρίας.

---

Proclus Phil., Institutio Theologica. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003050.
