# Epistulae 1-166 628.2

Procopius, Epistulae 1-166, 628.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/procopius-rhet-et-scr-eccl/epistulae-1-166/628.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/procopius-rhet-et-scr-eccl/epistulae-1-166/628.2

e' Ἰωάννῃ. Εἰ τῆς περὶ φίλους ὀλιγωρίας ἦσαν γραφαί, καὶ μέτις εἰσῆγεν εἰς δικαστήριον αὐ·τὸ δὴ τοῦτο κατηγορῶν, ὡς ἀδικοῖν οὐ μετρίως ἐν οὐδενὶ φίλῳ ποιούμενος, οὐκ ἂν ἄλλως τὴν νικῶσαν ψῆφον λαβεῖν ἢ σὲ παρεχόμενος μάρτυρα τὸν νῦν οὐχ οἷδ’ ὅπως δρᾶντα κατήγορον· οὕτω μοι παρ’ ἐλπίδας ἔξεβὴ τὰ παρὰ σοῦ, εἰ βραχὺ τί σε πράγμα διατάζειν ἐπ’ ἐμοὶ παρεσκεύασεν. ἐγὼ γὰρ οἶδα καὶ μὴ φίλους πυκνὰ δὴ τοῖς γράμμασι βαλλοντας, ὅταν λανθάνειν θελήωσι, καὶ φίλους σιωπῶντας, ὅπότε τῇ μνήμῃ τῶν ἀπόντων ἀρκοῦμενοι πρὸς ἑτέρους ἠσχόληνται. οὐκῶν οὔτε τὸ γράφειν εὐνοίας, οὔτε τὸ σιωπᾶν ἐγκλήματος, μὴ τῆς γνώμης βεβειούσης ἑκάτερα. οὐκῶν ταῦτα παρεῖς ἐκεῖνα δὴ σκέπει, εἰ μηδὲν μοι τῶν ὑμετέρων δίδωσι λῆψιν, εἰ διὰ παντὸς ἄχω λόγου καὶ θαύματος ὡσπερ ἐπὶ τῇ μνήμῃ κοσμούμενος, εἰ τὸν Ἰωάννην εἰπὼν τὸν γλυκύν πάντως τῷ λόγῳ προσέσθῃχα. ταῦτα σκοπῶν ἀγαπήσεις σιωπῶντα μᾶλλον ἢ φθεγγόμενον ἕτερον, εἰ καὶ τὸ Δωδῶνῃς αὐτῷ χαλκεῖον ἐπὶ τῆς γλώττης ἥχει. ἀλλ’ ὅπως μὴ ταύτην ἀπολογίαν ἔχειν ἠγοῦμενος σιωπήσης· εἰ δὲ μή, τάναντία φθεγξόμεθα.

---

Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003054.
