# Epistulae 1-166 632.4

Procopius, Epistulae 1-166, 632.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/procopius-rhet-et-scr-eccl/epistulae-1-166/632.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/procopius-rhet-et-scr-eccl/epistulae-1-166/632.4

ιζ'. Θωμᾶ. Νῦν δὲντος ἡμῖν ἀνθούσι Δίχη καὶ Μοῦσαι καὶ σύνοιχοι γίνονται τὴν σὴν εὐρούσην ψυχὴν μεριζομένην ψήφῳ δικαία καὶ λόγῳ. σύνεισι τὰ νῦν ἀλλήλαις ὡςπερ εἰκὸς ἀδελφαὶ τὰ οὔσαι καὶ κοινὸν ἔχουσι πατέρα τὸν Δία. ἐξ οὗ γὰρ ἀπέλιπες πάλαι διὰ χειρὸς οὐκ ἔχων ἐπὶ τὴν Καίσαρος, οἷα δήπου καὶ γέγονεν, ἀπέλιπον μὲν τὰς πόλεις ἡμῖν, ὑπερεωρᾶτο δὲ τὰ ἡμέτερα, ἥσαν δὲ παρὰ τῷ πατρὶ κατηγοροῦσαι τῶν ἐπὶ γῆς. ἀλλ' ἐπένευσε πάλιν, καὶ γέγονας παρ' ἡμῖν, καὶ νεάζει πάλιν τοῖς ὑπηκόοις ἡ τύχη. κἂν γὰρ ψήφον ἐνέγκης, οὐκ ἀρνείται ταύτην ἡ Δίκη, κἂν λόγον εἴπης, ἐπανοιοῦσι πάντως αἱ Μοῦσαι. ὁ δὲ μάλιστα τεθαύμακα λέξω. τὸ γὰρ τοσούτων προύγοντα μὴ τῶν ἐλαττόνων ὑπεριδεῖν, ἀλλὰ καὶ λόγων ἀρχεῖν καὶ φιλίας μεμνῆσθαι καὶ τι καὶ λεγόντων ἐθέλειν ἀκούειν, σοὶ μὲν προσήκῃ τοῦτο τοῦ θαύματος τὰ Σωκράτους οἶμαι φιλοσοφοῦντι, ἐμοὶ δὲ τὸ χρήμα βαρὺ κατ' ἐμαυτὸν ὡς δύναμαι ζῶντι καὶ εὐχόμενῳ λαβεῖν. καὶ εἰ μὴ κερδαίνειν ἐβουλόμην ἑτέραν αὐθὶς ἐπιστολήν, ἴσθιγὼν ἂν ἀπορῶν δ τι φθῆξωμαι μετὰ σέ· νυνὶ δὲ καὶ γράφειν ἐρυθριῶ καὶ σιωπῆν οὐκ ἀνέχομαι, τὴν σὴν ἐνείρων γλώτταν μουσικὸν αὐθὶς ἡχήσει καὶ μικροῖς τὰ μεγάλα θηρώμενος. πολλὰ δὲ

---

Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003054.
