# Epistulae 1-166 656.3

Procopius, Epistulae 1-166, 656.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/procopius-rhet-et-scr-eccl/epistulae-1-166/656.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/procopius-rhet-et-scr-eccl/epistulae-1-166/656.3

αη' Δωροθέῳ. Δεινὸς ἄρα τις ἦσθα τὰ σμικρὰ μεγάλα ποιεῖν καὶ οἷς ἂν ἐθελῆς καὶ μοῦσαν διδόναι, καὶ τοῖς ἐπαίνοις οὐχ οἷος ἐγὼ λέγειν, ἀλλ' οἷον προσῆκει γενέσθαι. ἀλλὰ καὶ δι' ὧν μου τοὺς λόγους αὐτῶν Ἀττικόν τι φθέγγη καὶ ταῖς Χάρισιν ἀνειμέμην, πείθεις ὡς μήποτ' ἂν ἐκὼν εἶναι τοῦτους ἐκπέμψαιμι ῥόβρῳ τῷ μὴ παρὰ σοὶ κριτῇ τοὺς ἐμοὺς ἐλέγχεσθαι παίδας. τὸ γὰρ ἡμέτερον παρ' εὐνοοῦσι μὲν δικασταῖς τυχὸν ἴσως μέγα δοκεῖ, παρειξετάζειν δὲ βουλομένοις ἐναντίον δόξει. ἀλλὰ μοι γένοιτο μᾶλλον τὸ πρότερον· ὡς τὴν σὴν ἐπιστολὴν δεδιότας οἱ λόγοι « ἐὰ λανθάνειν, ὦ πάτερ » πολλάκις ἐδούων, ἐγὼ δὲ μόλις παρεμυθοῦμην οἴκοθεν οἴκαδε φοιτῆσαι ἐπαγγελλάμενος· « παρ' αὐτῷ γὰρ ἔχω τὰς Μούσας· οὐκ ἂν » ἔφην « ὑμᾶς ζητοῖν μὴ καὶ σεμνύνειν βουλόμενος. » ἐπάγεται δὲ τοῦτο πολίτης ὑμέτερος, ὃ τὰ Μουσῶν μέλει· Δωρόθεος ὄνομα αὐτῷ, καὶ Πελαγίου τοῦτον ἐπονομάζουσιν.

---

Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003054.
