# Epistulae 1-166 657.1-40

Procopius, Epistulae 1-166, 657.1 to 657.40. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/procopius-rhet-et-scr-eccl/epistulae-1-166/657.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/procopius-rhet-et-scr-eccl/epistulae-1-166/657.1

μέγας ὑπὸ τῇ πλατάνῳ καθήμενος, καὶ ἀντὶ τῶν γεᾠδῆς. τοῦτο δὲ καὶ τοὺς θεοὺς ἡύφραινε μᾶλλον, ἢ εἰ καθ’ ἑαυτὸν τις ἀπολαβὼν ἐκάτερον ὑμνήσεν. ἀδελφοὶ γὰρ ὄντες καὶ ταῖς ᾠδαῖς τοιούτοι μένειν ἠδού- λοντο. π’. Ζαχαρίᾳ ἀδελφῷ. Σὺ μὲν ἐγκαλεῖς ὡς παρώχοντο τοῦ ἔτους; αἱ ὧραι, ἐγὼ δὲ ὡς καὶ πάρεισι πάλιν. τί τοίνυν ἐτὶ συγῆς; οὐ γὰρ ἰκανὸν εἰς ἀπολογίαν προλαβεῖν τὸ καθ’ ἑαυτὸ τινὸς ἐγκλημα, ἀλλ’ ὅστις ἔνοχος ὡν εἶτα τοῖς ἄλλοις μέμφεται, ἂν ἀφελὴς τὸ σῆθεν ἐτέρων κατηγορεῖν, λιδόνων αὐτάς μοι προσάδειν ἐδίδουν τὰς Μούσας. ἐκτυθὲν αἰτιάσαι. καὶ μὴ μοι πρόσφερε τὴν ἐν Βυζαντίῳ διατριβὴν σιγόντων ἡμῶν· ἐμοὶ γὰρ καὶ Παμφυλία μάρτυς αὕτη ὡς πολλὰ μὲν ἔλεγον, ἤκουε δὲ οὐδέν. ἀλλ’ εἴθε μοι πάλιν ἦν βῆμα σεμνὸν καὶ δικαστὴς Ἀττικὸς καὶ σχῆμα λαμπρὸν Ἀθηναίων, ὅτε ῥητορικὴ μὲν ἐπὶ σεμνῆς ἤχμαζε τύχης, Πλάτων δὲ (πῶς ἂν εἴποιμι μετρίως;) οὐκ ἔφερον εὐτυχούσαν· γραφὴ γὰρ ἂν εὐθὺς ἀπέκειτο κατὰ σοῦ, ὡς ἀδικεῖς τὴν Ἑλλάδα ῥητορικὴν, ἐφ’ ἧς ἐστήκασιν αἱ πόλεις, οὐδὲν εἶναι τιθείς, καὶ παρελθὼν κατηγοροῦν. ἀλλὰ μοι μικρὸν ἀλλὰ γὰρ παύσομαι, μὴ τὴν ἡδονὴν ἄγαν ἐμφαίνειν δίδου νεανιεύσθαι· ἥδη γὰρ ὑπ’ ὀργῆς καὶ λόγων κατηγορίας ἐμπιπλάμαι, καὶ τὴν ἀρχὴν οὐκ ἂν σιωπήσαιμι. « οὐδὲν ἦν ἄρα δεινότερον, ὡ δικασταί, ἢ ὅταν ἄνθρωπος τοῦτο λέγῃ κακῶς ὁθεν αὐτῷ προσῆλθε τὸ δύνασθαι. οὕν ἡμῖν ὁ χρηστὸς οὕτωσι λέγων περὶ σοῦ κατὰ ῥητορικῆς τολμᾷ τι καὶ φλέγγεσθαι, ἐξ ἧς αὐτῷ βίος εὐδαίμων καὶ φήμη, ὥστε κἂν τὴν ψῆφον λάβῃ, νενίκηται ταύτην κρατῶν ἐξ ἧς αὐτῷ τὸ νικᾶν. καὶ μάρτυρι χρήσαι τῷ Πλάτωνι, δὲ τὴν ῥητορικὴν ἐσχάτην ἔδωκε μοῖραν, καὶ εἰς ῥητόρων ὑβριν ἐχώρει πολύς. » ἐθέλων σοφιστὴς οὕτω πού τάχα δοξῶ τοῖς γράμμασι, ταῦτα μαθόντας τοὺς τῷ λόγῳ δικαστάς, — ἀλλ’ οὐκ ἂν ἐπὶ προσθεῖναι τὸ τίμημα. Πύλων δὲ καὶ Καλλικλῆς λέγων προστίθει τοὺς Πλάτωνος· τούτους γὰρ ἑαυτῷ

---

Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003054.
