# Epistulae 1-166 664.2

Procopius, Epistulae 1-166, 664.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/procopius-rhet-et-scr-eccl/epistulae-1-166/664.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/procopius-rhet-et-scr-eccl/epistulae-1-166/664.2

46 Τοῖς αὐτοῖς. Τὸν δεῖνα φθάσας ὑμῖν συνέστησα διὰ τῆς προτέρας ἐπιστολῆς, οὐκ εἰς ἀκριβὲς ἐκεῖνον εἰδώς, ἀλλ' ἐξ ὧν ἐπλάττετο τοῦτον ἠγούμενος ὅπερ οὐκ ἤν· ἐλάνθανε γὰρ προσήματι μὲν καλῷ κεχρημένος, ὧν δὲ τοιούτος οὐὐν ἐπέδειξε τοῦτον ἡ πείρα. ἀπὸ γὰρ τῆς Γαζαίων ὁρμώμενος καὶ μέλλων ἀνάγεσθαι, κατέλυσε μὲν παρὰ τινὶ τῶν ἐπιτηδείων, ὥσπερ εἴκως, μέχρι πλοῦς γένται· πιστευθεὶς δὲ νόμῳ φιλίας καὶ πρὸς πολλάκις ἐτέραις καὶ ταύτῃ τὴν χάριν λαβὼν, τοῦ ὑποδεξαμένου διώρυξε τὴν οἰκίαν, καὶ ὧν εἶχε χρημάτων τοῦτον ἐγύμνωσε. καὶ ἵνα λάθῃ τὰ τῆς ὑποψίας, κλεῖς μὲν ἤν αὐτῷ πρὸς τὴν ἐπιβουλήν· εὐρετῆς ταύτῃ δὲ διανοίας καὶ ἄπερ εὑρε λαβὼν, πάλιν τῷ κιβωτίῳ τῷ παλαιῶν ἐπέθηκε σχῆμα. ὡς δὲ μόλις αὐτὸς ἀνήχθη, καὶ πρὸς τὰ δοκοῦντα κείσθαι χρεία τὸν κεκτημένον ἐκάλεῖ, ἤλθε τὸ δρᾶμα πρὸς ἐλεγχον, καὶ τοῖς τεκμηρίοις ἀντιλέγειν οὐκ ἤν. τοιούτων καὶ Μενέλαος τῶν ξένων ἀπέλαυσεν, ἀντ' ἀμοιβῆς τινὸς τὴν Ἑλένην ἀρρημένος. τοιαῦτα γράφειν ἐπῆρθην, ἵνα μὴ δι' ὑμῶν πιστευθεὶς ἕτερα τοιαῦτα τὸν πιστεύσαντα δράσῃ, καὶ μέμψεται μὲν ὑμᾶς ὁ παθών, ἐμὲ δὲ πάντως ὑμεῖς.

---

Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003054.
