# Epistulae 1-166 665.5

Procopius, Epistulae 1-166, 665.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/procopius-rhet-et-scr-eccl/epistulae-1-166/665.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/procopius-rhet-et-scr-eccl/epistulae-1-166/665.5

ρα. Παλλαδίῳ. Ἡ τῆς ὑμετέρας σοφίας ἐπιστολὴ ὁρωμένη μὲν πᾶσιν ἐκίνει συνήθως τὴν ἡδονήν· ὡς δὲ καὶ μανθάνειν ἔδει τὰ γεγραμμένα, μικροῦ δεῖν καὶ δακρύων αὐτὴν ἐπληρώσαμεν. ὧν γὰρ αἱ εὐπραγίαι κοιναι, τούτους καὶ εἰ τι λυπεῖ μετέχειν πάντως ἀνάγκη. ἀλλ᾽ ὅρα πρὸς θεῶν, ὅπῳσον ἡ τύχη νεανιεύεται, μηδὲν ἐθέλουσα διακρίνειν, εἰ βάλλειν ἐπείγεται πονηρούς, εἰ κατὰ σπουδαίων ἀρῆσι τὰ τοξεύματα. εἰ γὰρ ἡν ἀρετὴ μετρεῖσθαι τὰ πράγματα, οὐκ ἂν εὖ ἴσθι τῆς ἀδίκου τύχης πεπειρασο νυνὶ δὲ γυναῖκα ὀρφνείας, σώφρονα μὲν, ὡς εἰκός, καὶ οἷαν ἐπρεπεν ἀνδρὶ σοφῷ συνοικεῖν, τὸ δὲ δεινότατον, παίδων μητέρα, καὶ τούτων ἐτι δεομένων μητρός. ταῦτα τὶς μὲν ἀκούων οὐκ ἂν δακρύσειε, τὶς δὲ παθὼν καρτεροῖη μὴ γνώμην εὐτυχῆσας τὴν σήν; πέπεισμαι γὰρ ὡς Ἰσοκράτει ἐπιδημεῖν, πρὶν τι παθεῖν, αὐτὸς ἐνεγυμνάσθαι τοῖς πράγμασι, πολλὰ μὲν ὁρῶν τοιαῦτα, πολλὰ δὲ διηγουμένων ἀκούων. τί γὰρ τῶν χαλεπῶν ἢ οὐκ ἤγει τὸν βίον; τί δὲ θαλάττης δείκνυσιν ἡμερώτερον; ὁ μὲν αἱρεται μέγας, ὁ δὲ πρὸς ὕψος ἐλθὼν προδιδύσων ἔσχε τὴν τύχην καὶ πέπτωκε· καὶ ὁ μὲν γρηρὸν θάνατον

---

Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003054.
