# Epistulae 1-166 668.1

Procopius, Epistulae 1-166, 668.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/procopius-rhet-et-scr-eccl/epistulae-1-166/668.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/procopius-rhet-et-scr-eccl/epistulae-1-166/668.1

ἐρμαίων ἠγοῦμαι κούφως ἀπλῶς ἐλπίσι βασιλέως πόλιν ἰδεῖν, καὶ ταῦτα τῆς ἡσυχίας ἐρῶν καὶ μίαν ταύτην εὐδαιμονίαν ἠγοῦμενος καὶ τοῦ Βυζαντίου πρὸς ἔννοιαν ὅλως ἐλθὼν, ὅπως ἐφρόδιον εὑροῖμι τοῦ ποτὲ πραγμάτων ἐξω γενέσθαι καὶ θειοτέρας ἀπολαῦσαι ζωῆς. πλὴν οὐκ ἐρῶν τῶν πραγμάτων τίθεμαι τὸ δοκοῦν· οὐδὲν γὰρ αἰρετὸν δὲ μὴ θεῷ δέξεται νεῦμα, καὶ μὴ γινόμενον ἕκαστον τὸ μὴ θεὸν ἔχειν ἐπαινοῦντα δηλοῖ, ὅσπερ κἂν τι γένηται μὴ πάθει συνεξευημένον, θεῷ πάντως ἐδόκει καὶ γέγονε. καὶ οὔτε τι μὴ δοκοῦν ἐστὶ γενέσθαι οὔτε γεγενημένον μὴ δοκεῖν, ὥστε εἰ τῶν ἐπηγγελμένων προβαίη, μένειν ὡς ἔοικε δεῖ, καὶ ἀντιλέγειν οὐκ ἔχω. εἰ δὲ λόγοι ταῦτα καὶ οἷγε ται ἢ τῶν μὴ γενομένων ἀνάγκη, τὴν τοῦ θεοῦ δεῖκνυσι ψῆφον ὡς ὑμᾶς ἔναι κελεύουσαν. εἰ γὰρ μή, ταῦτα πάντως ἂν ὑπῆρξεν ἐφ’ οἷς με μένειν ἐχρῆν.

---

Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003054.
