# Epistulae 1-166 670.28

Procopius, Epistulae 1-166, 670.28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/procopius-rhet-et-scr-eccl/epistulae-1-166/670.28
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/procopius-rhet-et-scr-eccl/epistulae-1-166/670.28

δα- ἄν Δεινὸς ἄρα τις ἦσθα κατηγορίαν ὡσαρπάζειν ἐλπιζομένην καὶ ταῦτα προφέρειν τοῖς ἄλλοις οἷς ἂν τις δικαίως ἔχρησατο κατὰ σοῦ. παλαὶ μὲν γὰρ εἶχες τὴν Ἀλεξάνδρου, καὶ ταύτην ἀπολιπὼν εἴτῃς, καὶ τὸ σὸν μέρος ἐλάνθανες καὶ παρών. ἀλλʼ ἐγὼ γε τῆς φήμης, ἧ τῶν ἀρίστων ἐξ λανθάνειν οὐδέν. αὕτη σε παρόντα μεμήνυκε, καὶ θαυμαζειν εἶχον ἂνθʼ ὅτου δὴ καὶ σιγῆς. « εἰ μὲν σεμνὸν τοῦτο καὶ Πυθαγόρου νομιζέειν, ἀλλʼ οὐ ῥήτορος » ἐλεγον « ἡ σιγῆ· εἰ δὲ τὴν Ἑλοῦσαν ὡς θεοὺς ἐχθρὰν καὶ βάρβαρον ἐδυσχέραινεν, ἔχρῃν παρὰ τῶν φίλων παραμυθίαν αἰτεῖν. » ὧθεν τοιούτων μὲν οὐδέν, ἐλεγον δὲ μᾶλλον ὡς πολὺς ἦρθες καὶ τοὺς παλαὶ φιλτάτους λῆρον εἶναι δοκεῖς, καὶ ταῦτα τὴν Ἑλοῦσαν οἴκων καὶ μικροῦ δεῖν ὑπʼ ἀδελφοῦ μὴ γελῶντι παίδαγωγούμενος. ταῦτα κατʼ ἐμαυτὸν ἐννοῶν οὐκ ἂν ἠλπίκα σε κατηγορὸν ἐξαίφνης ἰδεῖν. ὧθεν προσεγέλων τὰ γράμματα, καὶ τὴν ῥητορικὴν ἐθαύμαζον τοσοῦτην χορηγοῦσαν τὴν ἐξουσίαν, διʼ ἣν ἀπολογίαν ἐξήτουν ὁ παλαὶ τῷ λόγῳ κατηγορῶν. ταῦτα τῆς σοφιστικῆς τὰ σήμα, καὶ οὐδὲ τῶν ὁμοτέχνων ἐφεῖστο, γλαύκας φασιν Ἀθηνᾶς παραπέμπουσα. οἱ δὲ ἐμοὶ παῖδες (οὕτως γὰρ ἐκάλεες τοὺς λόγους) πρὸς σὲ φοιτῶν ἐρυθριῶσι, διελέγχειν εἰδότα καὶ λανθάνουσαν ἀμορφίαν.

---

Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003054.
