# Epistulae 1-166 674.2

Procopius, Epistulae 1-166, 674.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/procopius-rhet-et-scr-eccl/epistulae-1-166/674.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/procopius-rhet-et-scr-eccl/epistulae-1-166/674.2

Τὰ μὲν δὲ ὑμῶν γράμματα πρὸς τὴν πανήγυριν ἤδη καλεῖ, καὶ τὸν οἶκον ἡμῖν προτιθέναι φησί, κοινὰ τε τὰ παρόντα ποιεῖ, καὶ τὸ τοῦ λόγου ἡμῖν ἀγαθὸν ἐπαγγέλλεται· ἐγὼ δὲ τῆς μὲν εὐνοίας ὑμᾶς ὑπεράγαμαι, καὶ δή μοι κεκληρώσθαι δοκῶ τὴν πανήγυριν ἐπιστολῆς ὑμετέρας τυχών. πρὸς δὲ τὴν ἐντεῦθεν ὁδὸν πολλὰ μοι καθέστηκε τὰ κωλύματα. σὺ δὲ μοι καὶ πρᾶττε καλῶς καὶ νῦκα τὰ λυποῦντα καὶ μέμψου μὴ μόνων παρόντων. εἰ δὲ καὶ γράμμασιν ἀθυμοῦντας ἀνάγοις, τοῦτό μοι τῆς Πολυκράτους εὐτυχίας σεμνότερον· πολλὰ γὰρ οἱ χρηστοὶ τὰς ἡμετέρας διέσεισαν ἀκοὰς, ὡς πέπραχέ τι δεινόν (σὲ δὲ λέγοντες), ὡς ἥλως πράττων, ὡς γέγονεν ἀφανής. ταῦτα λογοποιούντες μάρτυρας παρῆγον, οὓς ἐκεῖθεν ἤκειν διισχυρίζοντο, καὶ ἄλλος ἄλλῳ διηγεῖτο, καὶ διὰ πάντων ἡ φήμη. ὡς δὲ τὴν παρ’ ὑμῶν ἐδεξάμην ἐπιστολὴν τοσοῦτον ἀπέχουν τῆς ἀδίκου φήμης, ὡς καὶ πρὸς πανήγυριν τοὺς φίλους καλεῖν, εὐθὺς ἐγενόμην περιχαρής, καὶ τοῦ ψεύδους ἔχων τὸν ἐλεγχὸν πανταχοῦ ταύτην ἐκήρυττον, ὥστε τοὺς πάλαι θρασεῖς μόλις ἐρυθριᾶν καὶ κύπτειν εἰς γῆν καὶ τῆς τύχης οἴμαι καταδοᾶν ὅτι μὴ πλεῖον χρόνον ἐλάνθανον.

---

Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003054.
