# Epistulae 1-166 675.2

Procopius, Epistulae 1-166, 675.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/procopius-rhet-et-scr-eccl/epistulae-1-166/675.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/procopius-rhet-et-scr-eccl/epistulae-1-166/675.2

ρκαʹ Διοδώρω. Τί τοῦτο πέπονθας ὁ πολύς τὴν γλῶτταν, καὶ μέγα πνέων κατὰ τῶν σιωπῶντων; ἕκλως οἷς ἐνεκάλεις, καὶ σεαυτοῦ κατηγορήσας ἐλάνθανες, καὶ τοῖς σεαυτοῦ δικτύοις ἕκλως σαγηνευθείς. ἂ γὰρ ἐμέψων δράσας οἴκοθεν ἔχεις τὸν ἐλεγχον καὶ τοῖς σεαυτοῦ πτεροῖς ἕκλως, τὴν παρομίαν παθών. ὡστ’ εἰ τι τῶν προσηκόντων ἐγίνετο, τὴν σὴν ἂν σοι πάντως ἐπιστολὴν ἀντεπέθηκα· τάχα γὰρ ἂν ἔγνωσ ἐπιτιμήσας μὲν ὡς οὐκ ἂν ἀμαρτῶν, πλημμελῶν δὲ νῦν ὡς κατηγορήσας οὐδέν. καὶ τὸ μέγιστον, ὅτι φιλοτιμησάμενος ὑποδήματα καλὰ τε λίαν καὶ περὶ πόδα μᾶλλον, ὡς τῇ κωμωδίᾳ δοκεῖ, καὶ ταῦτα γραμματῶν ἕρῆμα πέπομφας, μῆτε τὸ δεῖξαι μῆτε τὸ χαίρειν εἰπών. καίτοι μειζόν, ὡς εἰκός, ἐπὶ τούτοις ἐφρόνησας ἢ Κροῖσος ἐκεῖνος τὰς θυσιαστάς διὰ πλίνθους τῷ Πυθίῳ δωρούμενος. δηλοῖ δὲ τὸ πάλαι σε ταῦτα παρὰ τοῦ δημιουργοῦ κομισάμενον μέλλειν δεῖ καὶ καταστοχάζεσθαι τοῦ καιροῦ, ὅπως ἂν ἐρχομένης τῆς πανηγύρεως ταῦτα λαβὼν προέλθω τοῖς ὁφῶσι τὴν φιλοτιμίαν βούων. ὅθεν σου τὸ πάθος μαθὼν προσηὶν κατὰ τὸν Ὀμηρικὸν Αἴαντα μακρὰ βιθὰς, καὶ κατεχρότων τὴν γῆν ἐπιστρέφων πρὸς τοὺς πόδας τὸν θεατήν, καὶ εἰ τις ὁρῶν οὐκ ἐδοῦλετο, ὑβριστὴν τούτων ἐδίδουν καὶ τέλος ὁρᾶν κατηνύχασζον, καὶ μηδενὸς ἐρωτῶντος ὁπόθεν ἔχω λαβών, « Διόδωρος ὁ δούς » ἀνεκήρυττον. καὶ διὰ πάντων. ὑπήρχεν ἐπ’ ἐμοὶ μὲν ἀπειροκαλίας γέλας, ἐπὶ σοὶ δὲ τῆς εὐνοίας ἡ φήμη. τοιαῦτά σοι τῶν καλῶν ὑποδημάτων ἀπελαυσα, μικροῦ δεῖν ἐπὶ κεφαλὴν βαδίσας, ὅπως ἐν καλῷ τῆς θέας ἔσται τὸ δῶρον.

---

Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003054.
