# Epistulae 1-166 677.1

Procopius, Epistulae 1-166, 677.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/procopius-rhet-et-scr-eccl/epistulae-1-166/677.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/procopius-rhet-et-scr-eccl/epistulae-1-166/677.1

Κίρκῃ μὴ Καλυψῶ, ἀλλ' ὡς περὶ μειζόνων ἐπειγὴ τῶν ἄλλων, τοσοῦτον τὸν Λαέρτου νικήσομεν. Οὐδὲν ὡς ἔοικεν ὅ τι μὴ χρυσίων ὀρᾷς, ἄγει δέ σε αὐτὸ καὶ ποιεῖ μετάστασιν, καὶ χρυσῶν εἰδώλων ἀνέπηλθέ σου τὸν νοῦν. ἐμοῦ γὰρ σοι περὶ σχολῆς γεγραφότος ὡς οὐ πάντα διδῶσιν ἡμῖν ὁ καιρός, ἀλλ' ὅσα πρὸς τὴν χρείαν ἀνάγκη μετρεῖ, καὶ χρείαν εἰπόντος οὐ τὴν τῶν χρημάτων ἔνδειαν, ἀλλ' ἐφ' ὃ παρὰ τῆς τύχης ἀγόμεθα, σὺ πρὸς τὸ χρυσίων ὀλιγωδόμησας καὶ συναφθεῖσαί μοι ἐδόκεις ἡπορημένῳ, καὶ παραμιυθιῶν ἐζήτεις, τὴν φιλοσοφίαν ἀντιτάττων τοῖς χρήμασιν, ὡς ἐμοῦ δὴ στενόντος ὅτι μὴ τοῖς Κροίσου τάλαντοις ἀδρύνομαι· οὕτω περιδοξεῖς σου τὰ ὥπα, καὶ πάντων δοκεῖς χρυσίων λεγόντων ἀκούειν. τί γὰρ σὲ πρὸς Διὸς ἐπὶ ταύτῃ ἐπήγες τὴν εὔνοιαν; ἢ πῶς ἂν ἀπελογούμην περὶ τοῦ μὴ γράφειν ἐπιστολὰς χρημάτων ἔνδειαν προβαλλόμενος, ὡς δέον πολλῷ καταρρεῖσθαι χρυσίῳ τὸν ἐπιστέλλοντα; καὶ μήν, εἴπερ τι καὶ ἄλλο, τὸ γράφειν αὐτόνομόν τε ἔστι καὶ τῆς ἐκ τοῦ πλοῦτου δυναστείας ἐλεύθερον. οὕτω σν· τὰ τῆς διανοίας ὑπὸ τοῦ πάθους ἐλέγχεται· βέβαστα γὰρ ἐνταῦθα πάντα πρὸς τοῦτο μεταποιεῖ, καὶ συναπατωμένην ἐγὼ τὴν ἀκοήν. καὶ δέδοικα μὴ κἂν λύραν εἴπω κλὴν ἵππον ὀνομάσω, πάλιν δόξῃς χρυσίων ἀκούειν, καὶ τοὺς ἄλλους παραμυθούμενος αὐτὸς δεήση τοῦ θεραπεύοντος. ταῦτα παίζειν ὑπῆρχεν πρὸς σε καὶ τοῖς γράμμασιν ἐνθεῖναι τὸν γέλως, ὃν ὑπέστην ἀναγινώσκων σου τὴν ἐπιστολήν· σὺ δὲ μικρόν τοῦ πάθους ἐνδὸς γράφε λοιπὸν σωφρονοῦσαν ἐπιστολήν.

---

Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003054.
