# Epistulae 1-166 691.1

Procopius, Epistulae 1-166, 691.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/procopius-rhet-et-scr-eccl/epistulae-1-166/691.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/procopius-rhet-et-scr-eccl/epistulae-1-166/691.1

ἐλπίδας τοιαῦτα παρὰ τοῦ παιδὸς ἀνεχομένη κακὰ, τελευταίων δὲ καὶ τῆς οἰκίας ταύτην ἀπήλασεν ἀπορον γυμνὴν τῶν ἀναγκαίων ἐστερημένην, ἐν ᾧς τοῦτο χαρισάμενος, ὅτι τοῦ σῦνειναι ταύτην ἀπήλλαξε. καὶ νῦν οὗτος μὲν ἐντυφᾷ τοῖς τούτων κακοῖς, γυνὴ δὲ γραὺς καὶ τὰ πρῶτα φέρουσα τῆς παρ’ ἡμῖν εὐγενείας, ἐν ταῖς χερσὶ τὰς ἐλπίδας ἔχει τοῦ βίου. τῷ δὲ χρηστῷ τῷδε καὶ τὸ ταύτης πάθος ἄλλην παρέστη συμφορά, καὶ πρὸς τὴν οἰκεῖαν τροφὴν ἀπορούμενος ὑπεδέξατο ταύτην, ἐπιτείνουσαν μὲν αὐτῷ τὴν ἔνδειαν, ὅμως δ’ ἀναγκαῖον χρῆσος ἐκτίνει τῇ φύσει. καὶ νῦν σῦνεσιν ἀλλήλοις μὲν ἔχοντες παραμυθίαν ὅτι μὴ πλείω πεπόνθασιν, ἢ δὲ μήτηρ οἷα δὴ γυνὴ καὶ τοιαῦτα παθοῦσα, ἕνα βίον ἔχει τὸ μεμνηθῆσαι τῶν ἑαυτῆς κακῶν καὶ δακρύειν ἐπὶ τῇ νυμφῇ καὶ τὴν θηλὴν ὑποδεικνύειν τῇ Δίκη, οἷα πέπονθε διηγούμενη. ταῦτα τοίνυν εἰς νοῦν λαβὼν καὶ μηδὲν ἡμᾶς προστιθέναι ταῖς ἀληθείαις νομίζας ἀλλὰ τὸ κεφάλαιον μόνον δεῖκνύναι τῆς αὐτοῦ πονηρίας διὰ τὸν τῆς ἐπιστολῆς καιρόν, μέτρον σον τὴν σπουδὴν πρὸς τὴν ἐκείνου κακίαν, καὶ γενοῦ τοιούτος οἷόν σε θεὸς ἀπαιτεῖ καὶ φιλίας νόμος καὶ ἡ τῶν ἀδικοῦμένων ἐλπίς.

---

Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003054.
