Ancient Greek · ~7 min
1.5 to 1.11
Procopius, Ἀπόκρυφη Ἱστορία 1.5-11
Not analysed yet
ἐκείνῳ μέντοι τὸ θαρρεῖν ἔχων οὐκ ἀποδειλιάσω τὸν ὄγκον τοῦ ἔργου, ὥς μοι οὐκ ἀμαρτύρητος ὁ λόγος ἐστίν. οἱ γὰρ νῦν ἄνθρωποι δαημονέστατοι μάρτυρες τῶν πράξεων ὄντες ἀξιόχρεῳ παραπομποὶ ἐς τὸν ἔπειτα χρόνον τῆς ὑπὲρ αὐτῶν πίστεως ἔσονται. Καίτοι με καὶ ἄλλο τι ἐς λόγον τόνδε ὀργῶντα πολλάκις ἐπὶ πλεῖστον ἀνεχαίτισε χρόνον. ἐδόξαζον γὰρ τοῖς ἐς τὸ ἔπειτα γενησομένοις ἀξύμφορον ἔσεσθαι τοῦτό γε, ἐπεὶ τῶν ἔργων τὰ πονηρότατα μάλιστα ξυνοίσει ἄγνωστα χρόνῳ τῷ ὑστέρῳ εἶναι, ἢ τοῖς τυράννοις ἐς ἀκοὴν ἥκοντα ζηλωτὰ γίνεσθαι. τῶν γὰρ κρατούντων ἀεὶ τοῖς πλείστοις εὔπορος ὑπὸ ἀμαθίας ἡ ἐς τῶν προγεγενημένων τὰ κακὰ μίμησις, καὶ πρὸς τὰ ἡμαρτημένα τοῖς παλαιοτέροις ῥᾷόν τε καὶ ἀπονώτερον ἐς ἀεὶ τρέπονται. ἀλλά με ὕστερον ἐς τῶνδε τῶν ἔργων τὴν ἱστορίαν τοῦτο ἤνεγκεν, ὅτι δὴ τοῖς ἐς τὸ ἔπειτα τυραννήσουσιν ἔνδηλον ἔσται ὡς μάλιστα μὲν καὶ τὴν τίσιν αὐτοὺς τῶν ἁμαρτανομένων περιελθεῖν οὐκ ἀπεικὸς εἴη, ὅπερ καὶ τοῖσδε τοῖς ἀνθρώποις ξυνηνέχθη παθεῖν· ἔπειτα δὲ καὶ ἀνάγραπτοι αὐτῶν αἱ πράξεις καὶ οἱ τρόποι ἐς ἀεὶ ἔσονται, ἀπ’ αὐτοῦ τε ἴσως ὀκνηρότερον παρανομήσουσι. τίς γὰρ ἂν τὸν Σεμιράμιδος ἀκόλαστον βίον ἢ τὴν Σαρδαναπάλου καὶ Νέρωνος μανίαν τῶν ἐπιγενομένων ἀνθρώπων ἔγνω, εἰ μὴ τοῖς τότε γεγραφόσι τὰ μνημεῖα ταῦτα ἐλέλειπτο; ἄλλως τε καὶ τοῖς τὰ ὅμοια πεισομένοις, ἂν οὕτω τύχοι, πρὸς τῶν τυράννων οὐκ ἀκερδὴς αὕτη παντάπασιν ἡ ἀκοὴ ἔσται. παραμυθεῖσθαι γὰρ οἱ δυστὺχοῦντες εἰώθασι τῷ μὴ μόνοις σφίσι τὰ δεινὰ ξυμπεσεῖν. διά τοι ταῦτα πρῶτα μὲν ὅσα Βελισαρίῳ μοχθηρὰ εἴργασται ἐρῶν ἔρχομαι· ὕστερον δὲ καὶ ὅσα Ἰουστινιανῷ καὶ Θεοδώρᾳ μοχθηρὰ εἴργασται ἐγὼ δηλώσω. Ἦν τῷ Βελισαρίῳ γυνή, ἧς δὴ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην, πάππου μὲν καὶ πατρὸς ἡνιόχων, ἔν τε Βυζαντίῳ καὶ Θεσσαλονίκῃ τὸ ἔργον τοῦτο ἐνδειξαμένων, μητρὸς δὲ τῶν τινος ἐν θυμέλῃ πεπορνευμένων.