Ancient Greek · ~7 min
11.3 to 11.11
Procopius, Ἀπόκρυφη Ἱστορία 11.3-11
Not analysed yet
Χρημάτων δὲ ἁρπαγῆς ἢ φόνου ἀνθρώπων κόρος αὐτὸν οὐδεὶς ἔλαβε πώποτε, ἀλλ’ οἰκίας μὲν παμπληθεῖς ληϊσάμενος εὐδαιμόνων ἀνδρῶν ἑτέρας ἐζήτει, προέμενος εὐθὺς τῶν βαρβάρων τισὶν, ἢ ἀνοήτοις οἰκοδομίαις λείας τῆς προτέρας τὰ χρήματα. καὶ μυρίους δὲ ἴσως λόγῳ οὐδενὶ ἀνελὼν ἐς πλειόνων ἄλλων ἐπιβουλὴν αὐτίκα μάλα καθίστατο. εἰρήνης τοίνυν Ῥωμαίοις οὔσης ἐς πάντας ἀνθρώπους οὐκ ἔχων ὅστις γένηται τῶν φόνων ἐπιθυμίᾳ πάντας βαρβάρους πρός ἀλλήλους ξυνέκρουε, τῶν δὲ Οὔννων τοὺς ἡγουμένους ἐξ αἰτίας οὐδεμιᾶς μετακαλῶν χρήματα μεγάλα σφίσιν ἀτόπῳ φιλοτιμίᾳ προΐετο, φιλίας ἐνέχυρα δῆθεν τῷ λόγῳ ταῦτα ποιούμενος· ὅπερ αὐτὸν ἐρρήθη καὶ ὑπὸ τὸν χρόνον τῆς Ἰουστίνου βασιλείας πεποιηκέναι. οἱ δὲ καὶ χρήματα κεκομισμένοι τῶν ξυναρχόντων τινὰς ξὺν τοῖς ἑπομένοις τοῖς αὐτῶν ἔπεμπον, καταθέειν ἐξ ἐπιδρομῆς γῆν τὴν βασιλέως κελεύοντες, ὅπως καὶ αὐτοὶ τὴν εἰρήνην ἀπεμπολεῖν τῷ ταύτην ὠνεῖσθαι λόγῳ οὐδενὶ βουλομένῳ δυνατοὶ εἶεν. καὶ οἱ μὲν αὐτίκα ἠνδραπόδιζόν τε τὴν Ῥωμαίων ἀρχὴν καὶ οὐδέν τι ἧσσον ἔμμισθοι πρὸς τοῦ βασιλέως ἐγίνοντο· ἕτεροι δὲ μετ’ ἐκείνους εὐθὺς ἐς τὸ ληΐζεσθαι τοὺς ταλαιπώρους Ῥωμαίους καθίσταντο, καὶ μετὰ τὴν λείαν ἆθλα τῆς ἐφόδου τὴν βασιλέως φιλοτιμίαν ἐδέχοντο. οὕτω τε ἅπαντες ξυλλήβδην εἰπεῖν οὐδένα ἀνιέντες καιρὸν ἐκ περιτροπῆς ἦγόν τε καὶ ἔφερον ἁπαξάπαντα. ἀρχόντων γάρ εἰσι τοῖς βαρβάροις τούτοις ξυμμορίαι πολλαὶ καὶ περιήρχετο πόλεμος τὴν μὲν αἰτίαν ἐκ φιλοτιμίας ἀλογίστου λαβὼν, τὸ δὲ πέρας εὑρέσθαι οὐδαμῆ ἔχων, ἀλλ’ ἐφ’ ἑαυτὸν ἀνακυκλούμενος τὸν πάντα αἰῶνα. διὸ δὴ χῶρος μέν τις ἢ ὄρος ἢ σπήλαιον ἢ ἄλλο τι τῆς Ῥωμαίων γῆς ὑπὸ τὸν χρόνον τοῦτον ἀδῄωτον οὐδαμῆ ἔμεινε, χώραις δὲ πολλαῖς πλέον ἢ πεντάκις ἁλῶναι συνέβη. καὶ ταῦτα μέντοι καὶ ὅσα πρὸς Μήδων τε καὶ Σαρακηνῶν καὶ Σκλαβηνῶν καὶ Ἀντῶν καὶ τῶν ἄλλων βαρβάρων ξυνηνέχθη γενέσθαι ἐν τοῖς ἔμπροσθέν μοι δεδιήγηται λόγοις· ἀλλ’ ὅπερ τοῦδε ἀρχόμενος τοῦ λόγου ὑπεῖπον, τὴν αἰτίαν τῶν ξυμπεπτωκότων ἐνταῦθά μοι ἦν ἀναγκαῖον εἰπεῖν.