Ancient Greek · ~6 min
11.35 to 11.41
Procopius, Ἀπόκρυφη Ἱστορία 11.35-41
Not analysed yet
ἐγίνετό τε ἡ ἐς αὐτοὺς ἐπιστροφὴ οὐδενὶ κόσμῳ, ἐπεὶ καὶ κατηγόρου χωρὶς ἐπράσσετο ἡ ἐς αὐτοὺς τίσις, ἑνός τε ἀνδρὸς ἢ παιδὸς λόγος, καὶ τούτου δούλου, ἂν οὕτω τύχοι, καὶ ἀκουσίου μαρτυρεῖν ἐπὶ τὸν κεκτημένον ἀναγκασθέντος, ἔδοξεν εἶναι ἀκριβὴς ἔλεγχος. τούς τε οὕτως ἁλισκομένους τὰ αἰδοῖα περιῃρημένους ἐπόμπευον. οὐκ ἐς πάντας μέντοι κατ’ ἀρχὰς τὸ κακὸν ἤγετο, ἀλλ’ ὅσοι ἢ Πράσινοι εἶναι ἢ μεγάλα περιβεβλῆσθαι χρήματα ἔδοξαν ἢ ἄλλο τι τοῖς τυραννοῦσι προσκεκρουκότες ἐτύγχανον. Καὶ μὴν καὶ τοῖς μετεωρολόγοις χαλεπῶς εἶχον. διὸ δὴ αὐτοὺς ἡ ἐπὶ τοῖς κλέπταις τεταγμένη ἀρχὴ ᾐκίζετό τε ἀπ’ οὐδεμιᾶς ἄλλης αἰτίας καὶ ξαίνουσα κατὰ τοῦ νώτου πολλὰς ἐπὶ καμήλων φερομένους ἐπόμπευεν ἀνὰ πᾶσαν τὴν πόλιν γέροντάς τε καὶ ἄλλως ἐπιεικεῖς ὄντας, ἄλλο αὐτοῖς ἐπικαλεῖν οὐδὲν ἔχουσα, πλήν γε δὴ ὅτι σοφοὶ τὰ περὶ τοὺς ἀστέρας ἐν τοιούτῳ χώρῳ ἐβούλοντο εἶναι. ἔφευγον τοίνυν ἀνθρώπων διηνεκὲς πολὺς ὅμιλος οὐκ ἐς βαρβάρους μόνον, ἀλλὰ καὶ ἐς τοὺς μακρὰν ᾠκισμένους Ῥωμαίους, ἦν τε ἰδεῖν ἐν χώρᾳ τε ἀεὶ καὶ πόλει ἑκάστῃ τοὺς πλείστους ξένους. τοῦ γὰρ διαλαθεῖν ἕνεκα γῆς τῆς πατρῴας τὴν ἀλλοτρίαν ἠλλάξαντο εὐπετῶς ἕκαστοι, ὥσπερ τῆς πατρίδος αὐτοῖς ὑπὸ πολεμίων ἁλούσης. τὸν μὲν οὖν πλοῦτον τῶν εὐδαιμόνων εἶναι δοκούντων ἔν τε Βυζαντίῳ καὶ πόλει ἑκάστῃ μετά γε τοὺς ἐκ τῆς συγκλήτου βουλῆς, τρόποις οἷσπερ εἴρηται Ἰουστινιανός τε καὶ Θεοδώρα ληϊσάμενοι ἔσχον. ὅπως δὲ καὶ τοὺς ἐκ βουλῆς ἀφαιρεῖσθαι τὰ χρήματα ξύμπαντα ἴσχυσαν, αὐτίκα δηλώσω.