Ancient Greek · ~7 min
12.13 to 12.20
Procopius, Ἀπόκρυφη Ἱστορία 12.13-20
Not analysed yet
διὸ δὴ πρός τε τῶν φορολόγων ἀγχόμενοι καὶ ἀποκναιόμενοι τόκοις ὀφλημάτων ἀειρρύτοις τισὶ δυσθανατοῦντες ἀκούσιοι διεβίωσαν. διὸ δὴ ἐμοί τε καὶ τοῖς πολλοῖς ἡμῶν οὐδεπώποτε ἔδοξαν οὗτοι ἄνθρωποι εἶναι, ἀλλὰ δαίμονες παλαμναῖοί τινες καὶ ὥσπερ οἱ ποιηταὶ λέγουσι βροτολοιγὼ ἤστην, οἳ δὴ ἐπὶ κοινῆς βουλευσάμενοι ὅπως ἅπαντα ἀνθρώπεια γένη τε καὶ ἔργα ὡς ῥᾷστα καὶ τάχιστα διαφθείρειν ἱκανοὶ εἶεν, ἀνθρώπειόν τε ἠμπίσχοντο σχῆμα καὶ ἀνθρωποδαίμονες γεγενημένοι τῷ τρόπῳ τούτῳ ξύμπασαν τὴν οἰκουμένην κατέσεισαν. τεκμηριώσαι δ’ ἄν τις τὸ τοιοῦτο πολλοῖς τε ἄλλοις καὶ τῇ τῶν πεπραγμένων δυνάμει. τὰ γὰρ δαιμόνια τῶν ἀνθρωπείων ξυμβαίνει πολλῷ τῷ διαλλάσσοντι διακεκρίσθαι. πολλῶν ἀμέλει γεγονότων ἐκ τοῦ παντὸς αἰῶνος ἀνθρώπων τύχῃ ἢ φύσει φοβερῶν ἐς τὰ μάλιστα, οἱ μὲν πόλεις, οἱ δὲ χώρας, ἢ ἄλλο τι τοιοῦτο καθ’ αὑτοὺς ἔσφηλαν, ὄλεθρον δὲ ξυμπάντων ἀνθρώπων ξυμφοράς τε γῆς τῆς οἰκουμένης ἁπάσης οὐδεὶς ὅτι μὴ οὗτοι ἄνθρωποι ἐργάζεσθαι ἱκανῶς ἔσχον, ὧν δὴ καὶ ἡ τύχη ὑπούργει τῇ γνώμῃ συγκατεργαζομένη τῶν ἀνθρώπων διαφθοράν σεισμοῖς τε γὰρ καὶ λοιμοῖς καὶ ὑδάτων ποταμίων ἐπιρροαῖς ὑπὸ τὸν χρόνον τοῦτον πλεῖστα διολωλέναι τετύχηκεν, ὥς μοι αὐτίκα λελέξεται. οὕτως οὐκ ἀνθρωπείῳ, ἀλλ’ ἑτέρῳ σθένει. τὰ δεινὰ ἔπρασσον. Λέγουσι δὲ αὐτοῦ καὶ τὴν μητέρα φάναι τῶν ἐπιτηδείων τισὶν ὡς οὐ Σαββατίου τοῦ αὐτῆς ἀνδρὸς οὐδὲ ἀνθρώπων τινὸς υἱὸς εἴη. ἡνίκα γὰρ αὐτὸν κύειν ἔμελλεν, ἐπιφοιτᾶν αὐτῇ δαιμόνιον οὐχ ὁρώμενον, ἀλλ’ αἴσθησίν τινα ὅτι δὴ πάρεστιν αὐτῇ παρασχὸν ἅτε ἄνδρα γυναικὶ πλησιάσαντα, καθάπερ ἐν ὀνείρῳ ἀφανισθῆναι. Τινὲς δὲ τῶν αὐτῷ παρόντων τε πόρρω που τῶν νυκτῶν καὶ ξυγγινομένων ἐν Παλατίῳ δηλονότι, οἷσπερ ἐν καθαρῷ ἡ ψυχὴ ἦν, φάντασμά τι θεάσασθαι δαιμόνιον ἄηθες σφίσιν ἀντ’ αὐτοῦ ἔδοξαν.