Ancient Greek · ~6 min
12.3 to 12.11
Procopius, Ἀπόκρυφη Ἱστορία 12.3-11
Not analysed yet
χρόνῳ δὲ ὕστερον Ζήνωνι μὲν ἐξαπιναίως ἀπογενέσθαι ξυνέπεσεν, αὐτοὶ δὲ κύριοι τῆς οὐσίας εὐθὺς ἅτε κληρονόμοι γεγόνασι. διαθήκην γάρ τινα προὔφερον, ἥνπερ οὐ παρ’ ἐκείνου ξυγκεῖσθαι διατεθρύλληται. Καὶ Τατιανοῦ τε καὶ Δημοσθένους καὶ τῆς Ἱλαρᾶς τρόπῳ τῷ ὁμοίῳ σφᾶς αὐτοὺς κληρονόμους πεποίηνται, οἵπερ τά τε ἄλλα καὶ τὸ ἀξίωμα πρῶτοι ἔν γε Ῥωμαίων τῇ βουλῇ ἦσαν. τινῶν δὲ οὐ διαθήκας, ἀλλ’ ἐπιστολὰς διεσκευασμένοι τὴν οὐσίαν ἔσχον. οὕτω γὰρ Διονυσίου τε κληρονόμοι γεγόνασιν, ὃς ἐν Λιβάνῳ ᾤκει, καὶ Ἰωάννου τοῦ Βασιλείου παιδὸς, ὃς δὴ ἐπιφανέστατος μὲν Ἐδεσσηνῶν ἐγεγόνει πάντων, βίᾳ δὲ πρὸς Βελισαρίου ἐν ὁμήρων λόγῳ ἐκδέδοται τοῖς Πέρσαις, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη. τοῦτον γὰρ τὸν Ἰωάννην ὁ μὲν Χοσρόης οὐκέτι ἠφίει, ἐπικαλῶν Ῥωμαίοις ἠλογηκέναι τὰ ξυγκείμενα πάντα, ἐφ’ οἷς αὐτῷ πρὸς Βελισαρίου δοθεὶς ἐτύγχανεν ἀποδίδοσθαι μέντοι ἅτε δορυάλωτον γεγονότα ἠξίου. ἡ δὲ τοῦ ἀνδρὸς μάμμη ʽπεριοῦσα γὰρ ἔτι ἐτύγχανἐ τὰ λύτρα παρεχομένη οὐχ ἧσσον ἢ δισχιλίας λίτρας ἀργύρου τὸν υἱωνὸν ὠνήσεσθαι ἐπίδοξος ἦν. ἀλλ’ ἐπεὶ τὰ λύτρα ταῦτα ἐς Δάρας ἦλθε, μαθὼν ὁ βασιλεὺς τὸ συμβόλαιον γενέσθαι οὐκ εἴα, ὡς μὴ ἐς τοὺς βαρβάρους, εἰπὼν, ὁ Ῥωμαίων κομίζηται πλοῦτος. οὐ πολλῷ δὲ ὕστερον τῷ μὲν Ἰωάννῃ νοσήσαντι ξυνέβη ἐξ ἀνθρώπων ἀφανισθῆναι, ὁ δὲ τὴν πόλιν ἐπιτροπεύων ἐπιστολὴν ἀναπλάσας τινὰ ἔφη πρὸς αὐτὸν ἅτε φίλον οὐ πολλῷ ἔμπροσθεν τὸν Ἰωάννην γράψαι ὥς οἱ αὐτῷ βουλομένῳ εἰη εἰς τὸν βασιλέα τὴν οὐσίαν ἐλθεῖν. πάντων δὲ τῶν ἄλλων τὰ ὀνόματα καταλέγειν οὐκ ἂν δυναίμην ὧνπερ αὐτόματοι κληρονόμοι γεγένηνται.